Ancient Greek
Liber IX., Προοίμιον.
Vettius Valens, Anthologiarum libri ix 1-144
Not analysed yet
Οὐάλης Μάρχῳ χαίρειν. Ὅσα μὲν ὁ θειότατος βασιλεὺς εἴρηκε Νεχεψὼ ὁ τὴν ἀρχὴν ποιησάμενος τῆς ιγ΄ βίβλου, τοῖς προσυντεταγμένοις ὑφ᾿ ἡμῶν καὶ ἄλλων πόνοις κατημαξευμένα ἐστίν· νυνὶ δὲ ταύτην συντάσσω λειπομένην οὐδενί. ὅτι μὲν οὖν μυστικῇ συνέσει τὴν ὑφήγησιν πεποίηται καὶ ἀρχηγὸς τῆς εἰς ταῦτα εἰσόδου καὶ ἡμῖν ἐγένετο, πρόδηλον· τό τε ὁμολογεῖν περὶ τῶν ἡμαρτημένων αὐτῷ πρότερον, ὑστέρου δὲ κατωρθωμένων ἀνδρὸς ἀγαθοῦ καὶ σοφοῦ ἀπολογίαν καὶ διάνοιαν ἐπιφερομένου, καθὸ καταφρονεῖ ὅλης τῆς βασιλείας καὶ τυραννίδος, καὶ τὸ περὶ τὰ τοιαῦτα ἐσπουδακέναι ἐμπείρου καὶ πεποιθότος καὶ ἐρωτικὴν καὶ προτρεπτικὴν θεωρίαν ἐνδεικνυμένου τοῖς μεταγενεστέροις. οὐδέ γε αὐτὸν μεθεῖλκεν ἀνάγκη βιωτικὴ καὶ πλάνη φιλάργυρος, ὥσπερ πολλούς τῶν νῦν· ὅθεν ἀποδεκτέος ὁ τοιοῦτος.