Ancient Greek
Liber VIII., Περὶ τῶν ἐχθρῶν τόπων καὶ ἀστέρων. περὶ κλιμακτηρικῶν τόπων πρὸς τὸ α΄ ὁργανον.
Vettius Valens, Anthologiarum libri ix 5-35
Not analysed yet
Πρῶτον εἰπεῖν χρὴ περὶ τῆς πήξεως τοῦ ἀργάνου, ἵνα κἂν βούληταί τις ἀποκατάγειν ἀπὸ χειρῶν ῥᾳδίως εὕρῃ τὴν σύστασιν. περὶ μὲν οὖν τῆς συστάσεως τοῦ ἀργάνου κατὰ τάξιν εὑρήσεις οὕτως. τοῦ κατὰ τὴν ἡμέραν μεγέθους τὸ ξ΄ πολυπλασίασον ἐπὶ τὸ λ΄ καὶ ἐκβὰν ἔσται ζωῆς χρόνος καὶ οὐδεὶς τῶν ἀστέρων οὔτε προσθήσει οὔτε ἀφαιρήσει. ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. ὑποτίθεταί τις στήλας τινὰς ἐν τοῖς ἱεροῖς ἀδύτοις εὑρημένας, ὧν ἡ παραύξησίς ἐστι δυάδος προστιθεμένης. ἕκαστον δὲ τῶν στηλῶν τὸ ξ΄ τοῦ μεγέθους τῆς ἡμέρας πολυπλασιασθὲν ποιεῖ χρόνον ζωῆς. οἷον ἀρχή ἐστιν ἀπὸ Θώθ· ἡ πρώτη μοῖρα ἔχει παρακείμενα β΄ ἢ β΄ δ΄ ἕως Ϛ΄ παραύξεται ἡ δυὰς καὶ γίγνονται Ϛ΄ ,αἵ παρακείμενον ἀριθμὸν ἔχουσι τὸν ιβ΄ ἔπειτα λύει τὸν σύνδεσμον· κατὰ γὰρ Ϛ΄ αἱ ἀναλύσεις γίγνονται τοῦ συνδέσμου. προστίθησιν οὖν τὸν ιδ΄ ἀριθμὸν τῇ προκειμένῃ ἑξάδι, ἃ δὴ ἔσται φῶτα τῆς Σελήνης. γίγνονται οὖν τῶν ζ΄ κϚ΄ ,τῶν η΄ κη΄ ,τῶν θ΄ λ΄ ,καὶ ἐπειδὴ πεπλήρωται τὰ λ΄, πάλιν ἀπὸ τῆς δυάδος ἄρχεται. καὶ πάλιν εὑρίσκεται παρακείμενα τοῖς ια΄ δ΄ τοῖς ιβ΄ Ϛ΄ καὶ πάλιν πεπλήρωται τῆς δυάδος ἑξάδος. λύσις γίγνεται τοῦ συνδέσμου, καὶ πάλιν προστίθεται τὰς ιδ΄ ταῖς Ϛ΄ καὶ γίγνονται ἐπὶ τοῦ ιγ΄ στίχου κ΄ . οὕτως οὖν ποιοῦσιν κατὰ ἑξάδα συνδέσμου λυομένου καὶ προστιθεμένων τῶν τῳ προκειμένῳ ἀριθμῷ. ἐὰν κατὰ τὰ μέσα ἡσδηποτοῦν ἑξάδος ὡς ἐπὶ τῆς δευτέρας δεδήλωται ἀπαρτηθῇ ὁ τριακοστὸς ἀριθμός, οὐκέτι προσθήσομεν τὸν ιδ΄, ἀλλὰ πάλιν ἀπὸ δυάδος ἡ ἀρχή. οὗτως οὖν ἀπὸ τῆς ἀρχῆς ἡ σύστασις λαβοῦσα πέρας τέθεικε τῷ ὀργάνῳ ἄχρι μιᾶς τριακοστῆς. πρὸς τὸ εἰδέναι τὸν πρῶτον ἀριθμὸν ἑκάστου ζῳδίου μέθοδος ἦδε, ἧστινος ὑπόκειται ἑξῆς