Ancient Greek · ~2 min
Liber IX., Ϛ΄. Περὶ εὑρέσεως ὡροσκοποῦντος ζῳδίου καὶ μοίρας ὡροσκοπούσης.
Vettius Valens, Anthologiarum libri ix 1-149
Not analysed yet
Ζῳδιακὸς μὲν οὖν ὡροσκόπος καταλαμβάνεται ἡμέρας ἀπὸ τῶν Ἥλίου μοιρῶν ἀπολυομένων ἀπὸ τοῦ ἡλιακοῦ ζῳδίου, ἑκάστῳ μοῖραν α΄· ὅπου δʼ ἄν καταλήξῃ, ἐκεῖνο ὡροσκοπεῖ τῇ Σελήνη καὶ ὁμοιόπτωτον τούτῳ καὶ τὸ ἡμερινὸν ἢ νυκτερινὸν ἡμικύκλιον. ἐὰν δέ πως εἰς νυκτερινὴν ἐμπέσῃ ἡ μονομοιρία ἢ ἡμερινῆς οὔσης τῆς γενέσεως ἀντίθετον τούτου ὡροσκοπήσῃ ζῴδιον ἤ τὸ τετράγωνον, νυκτὸς τὴν μονομοιρίαν τῆς Σελήνης ἀπʼ αὐτῆς ἀπολύειν ὁμοίως.