Ancient Greek · ~4 min
Liber IX., ε΄. Περὶ κατακλίσεως καὶ καταρχῶν.
Vettius Valens, Anthologiarum libri ix 2-88
Not analysed yet
Ὅθεν κατὰ τὸν τῆς καταρχῆς χρόνον καὶ τὸν τῆς ὥρας καὶ τὸν αὐτοῦ μόνον τοῦ εἴδους ἡ ἀποτελεσματογραφία κριθήσεται, ἤτοι ἀγαθὴ ἢ καὶ ὡς ἐναλλὰξ ἢ ἐπίμονος ἢ εὐκαθαίρετος ἢ ὠφέλιμος ἢ ἐπιβλαβής· καὶ οὐχ ὥς τινες γόητες πάντα τὰ πράγματα ἀπὸ μιᾶς καταρχῆς λέγειν πειρῶνται, οὐ μόνον περὶ πραγματικῶν, ἀλλὰ καὶ περὶ χρόνων ζωῆς, ἀπατᾶν βουλόμενοι τάς τῶν προσιόντων ψυχάς. ἀγαπητὸν γὰρ εἰ θέματος τεθέντος νήφοντι λογιθμῳ κατὰ τὸ τῆς συγκρατικῆς καὶ κεντρικῆς συστάσεως ἄρξαιτό τις ἑρμηνεύειν μὴ διὰ πλήθους λόγων, ἀλλὰ διὰ βραχέων εἰς ἀλήθειαν εὐθυνόντων· οὗτος δόξειεν κυβερνήτης μὲν βίου, σύμβουλος δὲ ἀγαθὸς καὶ ἀτρεκὴς προφήτης εἱμαρμένης καθεστάναι. ἀλλὰ τινὰ μὲν παρά τούς ἀμαθεῖς καὶ χρημάτων ἐραστάς γίνονται· κολακεύοντες γὰρ καὶ ψευδεῖς ἡδονὰς ἐπεισφέροντες ἀμαυροῦσι μὲν τὸν λογισμὸν καὶ μεταρσίους τάς ψυχάς τηρήσαντες ἀπʼ αἰθέρος εἰς γῆν καταρριπτοῦσιν· ὅθεν οἱ πλείους ὀδυνηρὰ λαμβάνοντες διασκευάζουσι τὴν πρόγνωσιν ἀνυπόστατον.