Ancient Greek · ~4 min
Vettii Valentis Anthologiarum liber I., ιζ΄. Ἄλλως συντομώτερον.
Vettius Valens, Anthologiarum libri ix 1-17
Not analysed yet
Τὰς κγ΄ νε΄ ἀπολύω ἀπὸ Λέοντος διδοὺς ἑκάστῳ ἀνὰ β΄· ἕως οὖν Διδύμων γίνονται κβ΄, καὶ λοιπὰ α΄ νε΄· ταύτας πολυπλασιάζω ἐπὶ τὸν ιε΄· γίνονται κη΄ με΄ Καρκίνου. εἶτα λαμβάνω ἀπὸ Ταύρου πάντοτε ἀνὰ μοῖραν σ΄ ἕως ἐκπεπτωκυίας μοίρας· γίνονται πθ΄ ἔγγιστα. ταύτας ἀναποδίζω ἀπὸ τῆς σεληνιακῆς μοίρας, ἥτις ἐστὶ Σκορπίου ζ΄· καταλήγει εἰς τὴν τοῦ Λέοντος μοῖραν η΄ ὁ ἀναβιβάζων. οὕτως καὶ ἐπὶ τῶν λοιπῶν γενέσεων σκοπεῖν δεήσει. ἐὰν δὲ καὶ ζῴδιον τοῦ πλάτους θέλω ἐπιγνῶναι, οὕτως ποιήσω. αὐτὰς μόνον τὰς τῇ ἐποχῇ παρακειμένας τοῦ πλάτους ιβ΄ τη΄ πολυπλασιάζω ἐπὶ τὸν ιε΄ γίνονται ρπδ΄ λ΄ ἀπολύω ἀπὸ Λέοντος· καταλήγει εἰς Υδροχόου δ΄ λ΄. εἶτα τὰς τῆς ἡμερησίας ταῖς σδ΄ παρακειμένας πλάτους μοίρας ια΄ λζ΄ πολυπλασιάζω ἐπὶ τὸν ιε΄. γίνονται ροδ΄ ιε΄. ταύταις προσθεὶς τὰς τοῦ Ὑδροχόου δ΄ λ΄ ἀπέλυσα ἀπ᾿ αὐτοῦ· κατέληξε Καρκίνῳ κη με΄. οὕτως καὶ ἐπὶ τῶν λοιπῶν ἐποχῶν εὑρήσομεν ζῴδιον τοῦ πλάτους.