Ancient Greek · ~3 min
Vettii Valentis Anthologiarum liber I., ιη΄. Περὶ εὑρέσεως βαθμῶν καὶ ἀνέμων τῆς Σελήνης.
Vettius Valens, Anthologiarum libri ix 1-18
Not analysed yet
Τὸν δὲ βαθμὸν καὶ τὸν ἄνεμον οὕτως εὑρήσομεν. ἀπὸ Λέοντος ἕως Ζυγοῦ ἡ Σελήνη καταβαίνει βόρεια, ἀπὸ δὲ Σκορπίου ἕως Αἰγόκερω καταβαίνει νότια, ἀπὸ δὲ Ὑδροχόου ἕως Κριοῦ ἀναβαίνει τὰ νότια, ἀπὸ δὲ Ταύρου ἕως Καρκίνου ἀναβαίνει τὰ βόρεια. οἱ δὲ βαθμοὶ εὑρίσκονται οὕτως. ἐπεὶ ἕκαστος βαθμός ἐστι μοιρῶν ιε΄, δὲ ζῴδιον ἐπέχει μοίρας λ΄, ἐχέξει ἓν ἕκαστον ζῴδιον βαθμοὺς β΄. ἀπὸ Λέοντος οὖν τὴν ἄχεσιν ποιούμενοι τοῦ πλάτους εὑρήσομεν τὸν βαθμόν. ἐπεὶ οὖν τῇ προκειμένῃ γενέσει πλάτος εὑρέθη κγ΄ νε΄, ἀπολύσαντες ἀπὸ Λέοντος ἀνὰ μοίρας β΄ εὑρήσομεν Καρκίνου μοῖραν α΄ νε΄. ἔγνωμεν ὅτι ἡ Σελήνη ἀναβαίνει τὰ βόρεια περὶ βαθμὸν τοῦ ἀνέμου ἕκτον.