Ancient Greek · ~2 min
Vettii Valentis Anthologiarum liber I., ιθ΄. Ἱππάρχειον περὶ ψήφου Σελήνης ποίίῳ ζῳδίῳ.
Vettius Valens, Anthologiarum libri ix 1-19
Not analysed yet
Εὖρον δὲ καὶ ποίῳ ζῳδίῳ ἡ Σελήνη ἀπὸ χειρὸς οὕτως. ἑκάστου βασιλέως τὴν πρόσθεσιν τῳ ζητουμένῳ ἔτει προσβάλλων μερίσεις εἰς τὸν γ΄ μή λοιπογραφῶν τὸν ἀριθμὸν ἀλλὰ κατέχων· ἐὰν μὲν γὰρ περισσεύῃ α΄, πρόσθες τ΄ τῷ ἀριθμῷ· ἐὰν δὲ β΄, κ΄· ἐὰν δὲ γ΄ μηδέν· ἄρτιος γὰρ ἀριθμός. εἶτα ἥμισυ τῶν ἀπὸ Θὼθ μηνῶν ἕως τοῦ γεννητικοῦ λαβὸν καὶ τάς ἡμέρας ἐπιπροσθεὶς τῳ πρώτῳ ἀριθμῷ καὶ ἀᾳ ελών, ἐὸν ἐνῇ, τριακοντάδας τὰς λοιπὰς ἀπόλυε ἀπὸ τοῦ ἡλιακοῦ ζῳδίου· ἐὰν μὲν ἀρχῇ ἦ, ἀνὰ β΄ U+2220΄, ἐὰν δὲ ὑστέραις, ἐπιβάλλον. ὅπου δ᾿ ἄν καταλήξῃ, ἐκεῖ ἡ Σελήνη.