Ancient Greek · ~4 min
Liber II., ι΄. Ἕκτος τόπος Ἄρεως.
Vettius Valens, Anthologiarum libri ix 1-35
Not analysed yet
Οἱ ἀγαθοποιοὶ ἐν τούτῳ τῷ τόπῳ ἐὰν τύχωσιν ἐπιπαρόντες, ὁ γεννώμενος ὅσα ἂν κτήσηται ἀπολεῖ καὶ ἡ οὐσία οὐ παραμενεῖ αὐτῷ· ζημίαις ἐλαττωθήσεται ἐπὶ τὸ γῆρας προβαίνων τῇ ἡλικίᾳ. ὁ δὲ Ἥλιος ἐπιπαρὼν τῷ τόπῳ τούτῳ καὶ κυριεύων τοῦ κλήρου τῆς τύχης ἢ τῆς ὥρας ποιεῖ τὸν γεννώμενον καταδικασθῆναι ὑπὸ μεγάλης ἐξουσίας. ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ, πλανήτης ἔσται καὶ προσκοπτικὸς καὶ φεύξεται τὴν ἰδίαν πατρίδα μόγις τὸ ζῆν πορίζων. ἐὰν δὲ ὁ τοῦ Διὸς κυριεύσῃ τοῦ κλήρου ἢ τοῦ ὡροσκόπου, ἐν δημοσίοις πράγμασιν ἀπολέσει τὸν βίον· ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης, διὰ γυναῖκα κρίσεις ζημίας δώσουσι· γίνονται δὲ καὶ ἀνεπαφρόδιτοι οὐκ ἔχοντες χάριν. ἐὰν δὲ ὁ τοῦ Ἄρεως, σίνη καὶ πάθη κατὰ τὸ μέλος ἀποτελεῖ τοῦ ζῳδίου, ποιεῖ δὲ καὶ γυμνῆτας ἐπαίτας κακῶς τὸν βίον καταστρέφοντας. ὁ δὲ τοῦ Ἑρμοῦ κυριεύσας τοῦ κλήρου ἢ τῆς ὥρας ποιεῖ κακοβούλους κλέπτας κακολόγους καὶ ἐν ὄχλοις κακολογουμένους· ἐὰν δὲ καὶ Σελήνη ἐπιπαρῇ, δοῦλος ἔσται καὶ ἀδύνατος, ἐάνπερ μὴ καὶ τὰ λοιπὰ συμπαρῇ τῇ Σελήνῃ· δύνανται γὰρ τῶν ἄλλων ἀστέρων καλῶς ἐχόντων νῆς Σελήνης κακοτυχούσης ἐλεύθεροι καὶ εὐσχήμονες γενέσθαι.