Ancient Greek · ~4 min
Liber II., ια΄. Πέμπτος τόπος· πολλαὶ θεωρίαι.
Vettius Valens, Anthologiarum libri ix 1-36
Not analysed yet
Ἐὰν ἀγαθοποιοὶ τύχωσι τὸν κλῆρον ἢ τὴν ὥραν λαχόντες, ὁ γεννώμενος μέγας ἔσται καὶ ὄχλων ἡγήσεται καὶ νόμους θήσεται. Ἀφροδίτη τὰ μέγιστα χαρίζεται κυριεύουσα τοῦ ὡροσκόπου ἢ τοῦ κλήρου, μάλιστα ἰδιοπροσωποῦσα ἢ ἰδίῳ τόπῳ οὖσα εὐκτήμονας ἐντίμους ἀποτελεῖ, τὸ αὐτὸ καὶ ἐπὶ πάντων τῶν ἀστέρων· ἐὰν γὰρ κρατῶσιν τῆς ὥρας ἢ τῆς τύχης, ποιήσουσι τὰ ἀγαθὰ κατὰ τὸ ἐπιβάλλον τῇ ἰδίᾳ φύσει καὶ τὸ τῆς ἀγαθῆς τύχης ἴδιον. ἐὰν δὲ ὁ τοῦ Ἄρεως τύχῃ καθὸ πρόκειται, ἄρξουσι παντοδαπῶν τόπων· γίνονται γὰρ ἢ στρατηγοὶ ἢ τύραννοι καὶ ζωῆς καὶ θανάτου κυριεύσουσιν οὐ μόνον ἐλαχίστων ἀλλὰ καὶ ἀξιολόγων ἀνθρώπων· ἐὰν δὲ ὁ τοῦ Κρόνου ἐπιπαρῇ τῷ τόπῳ, πολυκτήμονας ἐγγαίων καὶ τετραπόδων δεσπότας, κτίζοντας κώμας καὶ τόπους. εἰ δὲ ὁ Ἥλιος ἐπιπαρῇ, μεγιστάνων φίλους, ἐγγύς βασιλέων, ἱερῶν ἄρχοντας· εἰ δὲ ὁ τοῦ Ἑρμοῦ, τὰς διὰ λόγων προκοπάς καὶ χρημάτων πλείστων καταξιουμένους. εἰ δὲ ἡ Σελήνη καλῶς σχηματιζομένη κληρὸσηται τὸν κλῆρον ἢ τὸν ὡροσκόπον ἐπὶ τοῦ ζῳδίου τυχοῦσα σὺν τῷ οἰκοδεσπότῃ αὐτῆς, πολυχρόνιοι γίνονται καὶ συγγηράσκουσιν ἐν εὐδαιμονίᾳ. οἱ οὖν ἀγαθοποιοὶ ἐπὶ παρόδων μεγάλα ὠφελοῦσιν, οἱ δὲ κακοποιοὶ οὐκ ἰσχύουσι βλάπτειν.