Ancient Greek · ~2 min
Vettii Valentis Anthologiarum liber I., δ΄ De inveniendo horoscopo.
Vettius Valens, Anthologiarum libri ix 1-4
Not analysed yet
Μαθὼν ἀκριβῶς πόσων μοιρῶν ἐστιν ὁ Ἥλιος ἐπὶ γενέσεως ἴδε, ποῦ δωδεκατημόριον ἐκπίπτει, καὶ οὖ ἂν ἐκπέσῃ τούτου εὐώνυμον τρίγωνον ὡροσκοπήσει ἢ τὰ ὁμοιόπτωτα ζῴδια οἷον ἀρρενικὰ ἢ θηλυκά, νοοῦντός σου τὴν διαφορὰν νυκτὸς ἢ ἡμέρας. οἷον ἔστω Ἥλιος Ὑδροχόου μοίρᾳ κβ΄ τούτου δωδεκατημόριον κατέληξε Σκορπίῳ· τούτου εὐώνυμον τρίγωνόν εἰσιν ἔχθύες. εἰ οὖν ἡμερινὴ ἦν ἡ γένεσις, ἔδει τοὺς Ἰχθύας ὡροσκοπεῖν ἢ Ταῦρον ἢ Καρκίνον· εἰ δὲ νυκτερινή, τὰ τούτων διάμετρα· Αἰγόκερως ὡροσκοπήσει κατὰ τὴν πρώτην ὥραν.