Ancient Greek · ~2 min
Vettii Valentis Anthologiarum liber I., δ΄ De inveniendo horoscopo.
Vettius Valens, Anthologiarum libri ix 2-4
Not analysed yet
Ὅσων ἂν ἦ μοιρῶν ὁ Ἥλιος, ἐπιγνούς ἀκριβῶς ἡμέρας ταύταις πρόσθες τὴν ἀναφορὰν τοῦ ζῳδίου, ᾧ ὁ Ἥλιος τυγχάνει. καὶ ἀπόλυε ἀπὸ τῆς κατὰ γένεσιν Σελήνης, ἑκάστῳ ζῳδίῳ ἀνὰ μίαν μοῖραν διδούς· ὅπου ἐὰν καταλήξῃ, ἐκεῖ ὁ ὡροσκόπος, ἢ καθὼς πρόκειται εἰς τὰ ὁμοιόπτωτα. νυκτὸς δὲ ἐπιθεὶς τὴν ἀνα φορὰν τοῦ σεληνιακοῦ ζῳδίου ἀπόλυε ἀπὸ τοῦ κατὰ γένεσιν Ἡλίου. οἷον ἐπὶ τοῦ προκειμένου παραδείγματος Ἥλιος Ὑδροχόῳ, Σελήνη Σκορπίῳ· ταύταις προσέθηκα τὴν ἀναφοράν τοῦ ζῳδίου λζ΄ γίνονται νθ΄. ταύτας ἀπέλυσα ἀπὸ Ἡλίου, κατέληξεν Αἰγόκερῳ· ἐκεῖ ὁ ὡροσκόπος.