Ancient Greek · ~3 min
Liber II., ιγ΄. Περὶ χωρισμοῦ γονέων.
Vettius Valens, Anthologiarum libri ix 1-58
Not analysed yet
Ἄρης καὶ Κρόνος μεσεμβολήσαντες τὰ φῶτα ἢ μέσοι πεσόντες τῶν ὑποδεξαμένων αὐτοὺς ἢ ταῖς ἀκτῖσιν αὐτῶν χωρίζουσι τοὺς γονεῖς. ὅταν τῶν φωστήρων ὁ μὲν καθʼ αἵρεσιν παραπέσῃ ὁ δὲ παῤ αἵρεσιν καὶ φθοροποιὸς τῷ ἑτέρῳ συμπαρῇ. χωρίζει τοὺς γονεῖς. Κρόνος μεθʼ Ἡλίου κείμενος καὶ Σελήνης ἀλλοτριουμένης χωρίζει τοὺς γονεῖς. ἐὰν ὁ τοῦ ὡροσκόπου κύριος κρηματίζῃ καὶ ὡροσκόπος ᾖ κεκακωμένος καὶ ὁ συνοικοδεσπότης αὐτοῦ παραπεπτωκώς, οἱ τούτων γονεῖς χωρισθήσονται καὶ αὐτὸς πολλὰ ἀκαταστατήσει καὶ δυστυχήσει καὶ τὰ τῶν γονέων ἐλαττωθήσεται. συμφωνοῦσι δὲ οἱ γονεῖς, ὅταν τὰ φῶτα καὶ οἱ οἰκοδεσπόται αὐτῶν συμφώνως πρὸς ἀλλήλους ἔχωσιν. ὅταν ὁ τοῦ Ἡλίου ὑποδοχεὺς συμφώνως ἔχῃ πρὸς τὴν Σελήνην, ὁ δὲ τῆς Σελήνης καὶ τοῦ Ἡλίου, συμφωνοῦσιν οἱ γονεῖς.