Ancient Greek · ~5 min
Liber II., λβ΄. Περὶ ὁρφανίας πατέρων.
Vettius Valens, Anthologiarum libri ix 2-28
Not analysed yet
Τὰ δὲ ἤθη τῶν γονέων ἐκ τῶν συσχηματιζομένων ἀστέρων ληπτέον. Κρόνος μὲν γὰρ δείξει στυγνούς φθονερούς βαθυπονήρους καχυπόπτους ῥυπαρούς κρυπτούς πάθεσι περικυλιομένους, ἀπρεπεῖς ἁλισκομένους περὶ τὰ θεῖα, μεγιστάνων φίλους. Ζεὺς δὲ φιλαγάθους λαμπροὺς δωρηματικοὺς ἀνειμένους εὐφραντικούς. Ἄρης θρασεῖς ὀργίλους προπετεῖς ἐπηρεάστας παραβόλους πολυκινήτους πολυκινδύνους παροίνους μοχθώδεις ἐπὶ δὲ τῆς μητρὸς κατισχύσας τῆς Σελήνης Ἄρης ἢ τῆς Ἀφροδίτης οἰκοδεσποτῶν τραχεῖαν καὶ μοιχάδα δηλοῖ τὴν μητέρα καὶ ὐφʼ αἵματος ἢ φθορᾶς ὀξεῖ πάθει ἐνοχλουμένην, ἐὰν μή τις ἀγαθοποιὸς ἐφορῶν κουφίσῃ. Ἀφροδίτη δὲ τοῖς φωσὶ μαρτυροῦσα ἱλαροὺς φιλομούσους φιλευφροσύνους φιλοστόργους θρησκώδεις τοὺς γονεῖς δείκνυσιν. Ἑρμῆς δὲ κοινωνικούς τε καὶ οἰκονομικούς λόγου τινὸς ἢ ἐπιστήμης μετέχοντας, ψευδολογουμένους δὲ τὰ πολλὰ ἢ εἰς ὑποδεέστερα πρόσωπα ἁμαρτάνοντας. συνεπιβλέπειν δὲ χρὴ καὶ τοὺς τόπους. Ἥλιος μὲν γὰρ ἀρσενικῷ ζῳδίῳ κείμενος καὶ ὑπὸ ἀρσενικοῦ ἀστέρος μαρτυρούμενος γενναῖον δηλοῖ τὸν πατέρα, δὲ θηλυκῷ καὶ ὑπὸ Σελήνης μαρτυρούμενος ἀνειμένον καὶ θηλύφρονα δείκνυσιν. Ἥλιος θηλυκῷ ὑπὸ Κρόνου καὶ Ἀφροδίτης μαρτυρούμενος οὐκ ἀσινῆ οὐδὲ ἀφήμιστον δηλοῖ τὸν πατέρα. Σελήνη θηλυκῷ ζῳδίῳ καὶ ὑπὸ ἀρσενικῶν ἀστέρων μαρτυρουμένη ὀργίλην καὶ ἀκαταμάχητον τὴν μητέρα δείκνυσιν· θηλυκοῖς ζῳδίοις καὶ ὑπὸ Διὸς μαρτυρουμένη πρᾶον καὶ φιλάνθρωπον δηλοῖ τὴν μητέρα.