Ancient Greek · ~5 min
Liber II., δλ΄. Περὶ ἐλευθερικῶς καὶ δουλικῶν γενέσεων.
Vettius Valens, Anthologiarum libri ix 1-59
Not analysed yet
Ἐνδιάφοροι δὲ περὶ γένος καὶ ὑποτακτικαὶ ἢ καὶ εὐγενεῖς γενέσεις καταλαμβάνονται ἀπὸ τῶν τῆς γενέσεως φάσεων. ἐὰν γὰρ ζῴδιον τῆς φάσεως ἢ ὁ κύριος τοῦ ζῳδίου παραπέσῃ ἢ ὑπὸ κακοποιῶν κατοπτευθῇ, ἀγεννέστεροι γενήσονται ἢ καὶ δόξῃ γενόμενοι καὶ πίστει καθαιρεθήσονται· ἐὰν δἒ ἐπίκεντρος ἡ φάσις εὑρεθῇ καὶ ὁ κύριος ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενος, εὐγενεῖς καὶ ἔνδοξοι γενήσονται. ἐὰν δὲ ὁ μὲν τόπος χρηματιστικοῖς ζῳδίοις τύχῃ, ὁ δὲ κύριος παραπέσῃ ἢ ὑπὸ κακοποιῶν κατοπτευθῇ, ἐλεύθεροι γεννηθέντες ἢ καλῶς ἀχθέντες ἐναντιώμασι καὶ ὑποταγαῖς καὶ ἐνδείαις περιτραπήσονται. ἐὰν δὲ ὁ μὲν κύριος χρηματιστικοῖς ζῳδίοις εὑρεθῇ, ὁ δὲ τόπος παραπέσῃ, τοῖς πρώτοις χρόνοις κακοπαθήσαντες περὶ τὰς ὑποταγὰς καὶ ἐνεχθέντες ὑστέρου ἐλευθερίας καὶ προκοπῆς καὶ γένους ἐντὸς γενόμενοι εὐπορήσουσι καὶ δοξασθήσονται, μάλιστα δὲ κἂν ἀγαθοποιοὶ προσνεύσωσιν. ἐὰν δὲ καὶ ὁ τόπος καὶ ὁ κύριος παραπέσῃ καὶ ἀμφότεροι ὑπὸ κακοποιῶν κατοπτευθῶσιν, ἔκθετοι ἢ αἰχμάλωτοι γενόμενοι ὑποταγῆς πεῖραν λήψονται· ἐὰν δὲ τούτων ὄντων ἀγαθοποιοὶ συμπροσγένωνται ἢ συνεπιμαρτυρήσωσι, μετὰ τοὺς τῶν κακοποιῶν χρόνους τῆς ὑποταγῆς ἀπολυθέντες περιουσίᾳ γενήσονται. ἐὰν δὲ ὁ μὲν τόπος ὑπὸ κακοποιῶν φρουρηθῇ, ὁ δὲ κύριος ὑπὸ ἀγαθοποιῶν, ὑποτακτικοὶ γεννηθέντες ἐλεύθεροι τραφήσονται ἢ εἰς ὑποβολὴν καὶ τεκνοποιίαν χωρήσουσι· τοὐναντίον δὲ τοῦ μὲν τόπου ὑπὸ ἀγαθοποιῶν φρουρουμένου, τοῦ δὲ οἰκοδεσπότου ὑπὸ κακοποιῶν, ἐλεύθεροι γεννηθέντες εἰς δουλείαν ἀνατραφήσονται εἰς τέλειον τῆς ἀκμῆς καταντήσαντες ἑαυτοὺς ἐκδότους ὑποταγαῖς παραδώσουσιν ἢ διὰ τροφῆς ἔνδειαν ἢ πίστεως καὶ πράξεως ἀφορμήν.