Ancient Greek · ~2 min
Liber II., λέ. Σχήματα Σελήνης ια΄ πρὸς ἀποτελεσμάτων δυνάμεις.
Vettius Valens, Anthologiarum libri ix 1-60
Not analysed yet
Ἔστι δὲ τῆς Σελήνης τὰ σχήματα κατὰ μὲν τὸν φυσικὸν λόγον ζ, καθὼς δὲ καὶ ἑτέροις εὕρομεν ια· πρῶτον μὲν σύνοδος, δεύτερον ἀνατολή, εἶτα ἀποστᾶσα τοῦ Ἥλίου μοίρας με΄ ποιεῖται φάσιν μηνοειδῆ, εἶτα ἕως 𝒢΄μοιρῶν διχότομος, εἶτα ἕως ρλε΄ μοιρῶν ἀμφίκυρτος, εἶτα ἕως ρπ΄ μοιρῶν πανσέληνος, εἶτα ἀποστᾶσα τῆς πανσελήνου μοίρας με΄ τουτέστιν ἕως ⟨σ⟩κε΄ ποιεῖται τὴν δευτέραν ἀμφίκυρτον, εἶτα ἕως σο΄ μοιρῶν τὴν δευτέραν διχότομον, εἶτα ἕως τξ΄ τὴν δύσιν. ἔστι δὲ αὐτῆς καὶ ἄλλο σχῆμα, ὅτε ἄρξηται πρῶτον μειοῦσθαι.