Ancient Greek · ~5 min
Vettii Valentis Anthologiarum liber I., Ϛ΄. Περὶ μεσουρανήματος.
Vettius Valens, Anthologiarum libri ix 1-6
Not analysed yet
Μεσουράνημα δὲ ἀπὸ χειρὸς εὑρεῖν οὕτως. ἀπὸ τῆς δυνούσης μοίρας λαβὼν κατὰ τὰς ἀναφορὰς τοῦ κλίματος ἕως τοῦ διαμέτρου τούτων τὴν ἡμίσειαν ἀπόλυε ἀπὸ τῆς δυτικῆς μοίρας· ὅπου δʼ ἂν ἐκπέσῃ, τοσοῦτον ἔσται μεσουράνημα. οἷον ἔστω ὡροσκόπος Αἰγόκερῳ μοίρᾳ ιε΄ κατὰ δεύτερον κλίμα, ἔλαβον ἀπὸ τῆς δυνούσης μοίρας Καρκίνου ιε΄ ἕως τῆς τοῦ Αἰγόκερω ιε΄ συνάγονται ἀναφοραὶ σιδ΄ τούτων ἥμισυ ρζ΄. ταύταις προσθεὶς τὰς ιε΄ τοῦ Καρκίνου ἀπέλυσα ἀπὸ τοῦ αὐτοῦ· κατέληξεν Σκορπίῳ μοίρᾳ β΄, ἔνθα μεσουράνημα· ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. ἐὰν δὲ καὶ μέγεθος τῶν ὡρῶν τῆς ἡμέρας ἐπιγνῶναι θέλῃς, πάντοτε ἀπὸ τῆς ἡλιακῆς μοίρας ἕως τῆς διαμετρούσης τὰς ἀναφοράς ἐπισυνθεὶς καὶ τούτων ιε΄ λαβὼν ἐπιγνώσῃ μέγεθος. οἷον τὴν προκειμένην δύνουσαν Καρκίνου μοῖραν ιε΄ ὑπόθου εἶναι ἡλιακήν· ἕως οὖν τοῦ διαμέτρου γίνονται ἀναφοραὶ σιδ΄ τούτων ιε΄ ιδ΄ δ΄ λοιπά εἰσιν ε΄ ιε΄ μέρος ὥρας. ἔστω οὖν ἡ ἡμέρα Ἡλίου ὄντος Καρκίνῳ περὶ μοίρας ιε΄ κατὰ κλίμα τῆς Συρίας ὡρῶν ιδ΄ ε΄ ιε΄ εἰ δὲ καὶ τῆς νυκτὸς μέγεθος ἐπιγνῶναι θέλεις, ἀπὸ τῆς διαμετρούσης μοίρας τὸν Ἥλιον ἐπισυνθεὶς τὰς ἀναφοράς ἕως ἧς ἐπέχει πραγματεύου· ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων.