Ancient Greek · ~5 min
Vettii Valentis Anthologiarum liber I., ζ΄. Περὶ ἀναφορᾶς τῶν ζῳδίων.
Vettius Valens, Anthologiarum libri ix 1-7
Not analysed yet
Πόσων δὲ ὡρῶν ἕκαστον ζῴδιον ἀναφέρεται, ἐκ τῆς ἑκάστου ἀναφορᾶς γνωστέον. οἷον ἐπεὶ ὁ Κριὸς ἀναφέρεται ἐν κ΄, ἡ δὲ ὥρα ἔχει χρόνους ἰσημερινούς ιε΄, ἐὰν ἀφέλῃς ἐκ τῶν κ΄ τὰς ιε΄, λοιπὰ ε΄, ἅ ἐστι τρίτον μέρος τῶν ιε΄, ἀνενεχθήσεται οὖν ὁ Κριὸς ὥρᾳ α΄ καὶ τρίτῳ. πόσον δὲ χρόνον ἑκάστη μοῖρα ἰσχύει, γνώσῃ οὕτως. δίπλωσον τὴν ἀναφοράν ἑκάστου ζῳδίου καὶ ταῦτα ἑξάκις· γίνονται σμ΄ ἡ μοῖρα μῆνες η΄ ἕκαστον δὲ ζῴδιον πόσην πρόσθεσιν ἢ ἀφαίρεσιν ἀναφορᾶς ἔχει, οὕτως γνωστέον. ἐπεὶ ὁ Κριὸς ἀναφέρεται κ΄, ὁ Ζυγὸς μ΄ εἰς συμπλήρωσιν τῶν ξ΄ ὅσων γὰρ ἕκαστον ἀναφέρεται ζῴδιον, εἰς συμπλήρωσιν τῶν ξ΄ κατὰ διάμετρον ζῴδιον ἐφέξει· καὶ ὅσων ὡρῶν ἕκαστον, εἰς συμπλήρωσιν τῶν δ΄ ὡρῶν κατὰ διάμετρον· καὶ ὅσων ἡμερῶν καὶ μηνῶν δυοῖν ἐτῶν κατὰ διάμετρον ἐφέξει. ᾧ γὰρ πλεονάζει ἕκαστον, τὸ κατὰ διάμετρον λείπεται· ᾧ δὲ λείπεται, τούτῳ πλεονάζει κατʼ εὐθύ. ἀφεῖλον οὖν ἀπὸ τοῦ προκειμένου μεγίστου ἐλάχιστον, τοῦτʼ ἔστιν ἀπὸ τῶν μ΄ τὰ κ΄· λοιπὰ κ΄. τούτων πέμπτον γίνεται δ΄· ἡ προσθαφαίρεσις ἑκάστου ζῳδίου τέτταρα. ταῖς οὖν κ΄ τοῦ Κριοῦ ἐὰν προσθῶμεν δ΄, γίνονται κδ΄ τούτοις ὁ Γαῦρος ἀνενεχθήσεται· οἱ δὲ Δίδυμοι κη΄, ὁ Καρκίνος λβ΄, ὁ Λέων λς΄, ἡ Παρθένος μ΄, ὁ Ζυγὸς μ΄. εἶτα ἀπὸ Σκορπίου ὁμοίως ἀφαιρήσεις δ΄ ἕως Ἰχθύων. οὕτως καὶ καθʼ ἕκαστον κλίμα ζητῶν ἐπιγνώσῃ.