Ancient Greek · ~4 min
Liber II., λζ΄. Περὶ γάμου καὶ συναρμογῆς καὶ εὐπαθείας παντοῖαι θεωρίαι καὶ παντοῖς.
Vettius Valens, Anthologiarum libri ix 1-61
Not analysed yet
Ὅσαι μὲν οὖν μοι ἀγωγαὶ διὰ πείρας ἔδοξαν ἀληθεύειν, ταύτας μετ᾿ ἐπιλύσεως προέταξα· νυνὶ δὲ καὶ τὸν περὶ γάμου τόπον ποικίλον μὲν ὑπάρχοντα, εὐκατάληπτον δὲ τοῖς γε νοῦν ἔχουσι διασαφήσω. ὁ περὶ γάμου τόπος καταλαμβάνεται μὲν φυσικῶς ἀπὸ τοῦ ζ΄ ζῳδίου τοῦ ὡροσκόπου· προσβλέπειν δὲ δεῖ τὴν Ἀφροδίτην ὡς κεῖται μετὰ τίνων καὶ ὑπὸ τίνος ἢ τίνων μαρτυρεῖται ἢ δεσπόζεται. τροπικοῖς γἂρ ζῳδίοις οὖσα ἢ δισώμοις χρηματίζουσα μάλιστα ἐπὶ νυκτὸς πολυγάμους ποιεῖ καὶ πολυκοίνους, καὶ μάλιστα ἐὰν ὁ Ἑρμῆς αὐτῇ ὁμόσε τύχῃ, ἢ πολὺ μᾶλλον ἐὰν καὶ ὁ Ἄρης αὐτῇ ἐπιμαρτυρήσῃ· καὶ γὰρ εἰς παίδων ἀρρένων ἐπιπλοκὰς κὰς ἔρχονται. εἰ δὲ καὶ τὸ ζῴδιον ᾖ βλοσυρώτερον, πρὸς τὰς συνουσίας ἐπιτακτικώτεροι γίνονται. ἐὰν ἡ Ἀφροδίτη χρηματίζῃ, ὁ δὲ κύριος αὐτῆς δεδυκώς ἢ κακοδαιμονῶν ἢ φθοροποιὸς αὐτὴν κακώσῃ ἢ φαύλως ᾖ κείμενος, ἀτυχεῖς περὶ τοὺς γάμους καὶ συναλλαγάς ποιεῖ, ἐὰν δὲ αὐτὴν τὴν Ἀφροδίτην φθοροποιὸς ἀθετήσῃ μαρτυρήσας ἢ καὶ τὸν οἰκοδεσπότην μάλιστα, θανάτους γυναικῶν ποιήσει ἢ σίνη ἢ περιστάσεις. ἐὰν μὲν καλῶς ἔχωσι πρὸς τὴν γένεσιν, κληρονομίας αὐτῶν· κακῶς δὲ κείμενοι πάθη καὶ λύπας.