Ancient Greek · ~4 min
Liber II., λζ΄. Περὶ γάμου καὶ συναρμογῆς καὶ εὐπαθείας παντοῖαι θεωρίαι καὶ παντοῖς.
Vettius Valens, Anthologiarum libri ix 2-32
Not analysed yet
Δυτικὴν Ἀφροδίτην Κρόνος ἐπιβλέπων κατὰ τὸ πλεῖστον ἀγάμους καὶ δυσσυναλλάκτους ποιεῖ, ἐὰν Ἀφροδίτη Κρόνου ζῳδίῳ τύχη ἢ καὶ δρίοις ἢ καὶ κατʼ ἰσοσκελῆ γραμμὴν ὑπὸ αὐτοῦ διαμετρηθῇ καὶ μήτε Ἄρης μήτε Ζεύς αὐτῇ ἐπιμαρτυρήσῃ μήτε Ἑρμῆς μήτε συμπαρῶσιν αὐτῇ, παντελῶς ἔσονται χῆραι καὶ παρθένοι. πάντοτε δὲ διαμετρῶν Κρόνος Ἀφροδίτην σεσινωμένην γυναῖκα δίδωσιν ἢ στεῖραν ὁμοίως καὶ γυναικὶ ἄνδρα. ἐὰν δὲ Κρόνος μεσουρανήσῃ, διαμετρῇ δὲ τὴν Ἀφροδίτην, δούλην δίδωσι γυναῖκα. ἐὰν Ἀφροδίτη Κρόνου οἴκῳ οὖσα ὑπὸ Διὸς μαρτυρηθῇ ἢ ἀπορρέουσα Διὸς Κρόνῳ συνάπτῃ ἡ εἰς κόλλησιν αὐτοῦ ἔρχηται, βλέπηται δὲ ὑπὸ Ἄρεως, τροφοῖς αὐτῶν ἢ καθηγητῶν γυναιξὶν ἢ μητρυιαῖς ἢ πατέρων ἢ μητέρων ἀδελφαῖς ἢ ἀδελφοῖς ἐπιμίσγονται. Ἡλίου δὲ αὐτοῖς συνεπιμαρτυρήσαντος ἢ τῇ Σελήνη ἔτι μᾶλλον τὰ ἁμαρτήματα περικυλίσει, μάλιστα τῆς Σελήνης μαρτυρούσης αὐτοῖς ἢ ὑπʼ αὐτῶν μαρτυρουμένης. Ἀφροδίτη τῷ δυτικῷ ζωδίῳ μετὰ Κρόνου ἢ τῳ ὑπογείῳ κέντρῳ ἀγεννέσι γάμοις ἐπιμίξει ἢ καὶ ἐπʼ αὐτοῖς πένθη ποιήσει. καθόλου ὅσοι Ἀφροδίτην ἔχουσι σὺν Κρόνῳ ἢ καὶ οἰκοδεσποτοῦσαν αὐτοῦ ἢ καθυπερτεροῦσαν καὶ τὸν Δία τούτοις μαρτυροῦντα, πρεσβυτέραις ἐπιπλακήσονται ἢ καὶ ὑπερεχούσαις· ἐὰν δὲ γυναικὸς ᾖ, τὸ αὐτό.