Ancient Greek · ~7 min
Liber III., θ΄. Περὶ ἀνέμων καὶ τροπῶν.
Vettius Valens, Anthologiarum libri ix 1-74
Not analysed yet
Ἐμοὶ δʼ οὐκ ἔδοξεν ὥς τινες κατὰ τὴν ἑπτάζωνον τὰ ὅρια ὑπέθεντο, οἷον η΄ ζ΄ Ϛ΄ ε΄ δ΄ (καὶ οὐδʼ οὕτως συμφωνεῖ), ἀλλὰ ἀπὸ τῶν οἴικων καὶ τῶν ὑψωμάτων καὶ τῶν τριγώνων. οἷον Ἡλίου οἶκος Λέων, ὕψωμα Κριός, τρίγωνον Τοξότης· γίνονται γ΄· καθʼ ἕκαστον οὖν ζῴδιον γ΄ ὅρια ἔχει ὁ Ἥλιος. Σελήνης οἶκος Καρκίνος, ὕψωμα Ταῦρος, τρίγωνον Παρθένος Αἰγόκερως· γίνονται δ΄· ὁμοίως οὖν ἔχει καθʼ ἕκαστον ζῴδιον ὅρια ἡ Σελήνη δ΄. Κρόνου οἶκος Αἰγόκερως Ὑδροχόος, ὕψωμα Ζυγός, τρίγωνον Δίδυμοι· γίνονται δ΄· ὁμοίως καθʼ ἕκαστον ζῴδιον δ΄ ὅρια Κρόνου. Διὸς οἶκοι Τοξότης Ἰχθύες, ὕψωμα Καρκίνος· τρίγωνον Κριὸς Λέων· ἔχει οὖν καθʼ ἕκαστον ζῴδιον ὅρια ε΄. Ἄρεως οἶκος Κριὸς Σκορπίος, ὕψωμα Αἰγόκερως, τρίγωνον Ἰχθύες Καρκίνος· ἔχει οὖν καθʼ ἕκαστον ζῴδιον ὅρια ε΄. Ἀφροδίτης οἶκος Ταῦρος Ζυγός, ὕψωμα Ἰχθύες, τρίγωνον Παρθένος Αἰγόκερως· καθ᾿ ἕκαστον οὖν ζῴδιον ἔχει ὅρια ε΄. Ἑρμοῦ οἶκος Δίδυμοι, ὕψωμα Παρθένος, τρίγωνον Ὑδροχόος Ζυγός· γίνεται δ΄ ὁμοίως ἔσται ὅρια κατὰ ζῴδιον δ΄. οὖν Κριῷ Λέοντι Τοξότῃ ἡμέρας πρῶτος λήψεται Ἥλιος γ΄, εἶτα δεύτερος Ζεὺς ε΄, εἶτα Ἀφροδίτη ε΄ καὶ Σελήνη δ· ,ὁμοίως Κρόνος δ΄ Ἑρμῆς δ΄ καὶ ἑξῆς Ἄρης ε΄ γίνονται ὁμοῦ λ΄. νυκτὸς δὲ ἀνάπαλιν Ζεὺς ε΄, Ἥλιος γ΄, Σελήνη δ΄, Ἀχροδίτη ε΄, Ἑρμῆς δ΄, Κρόνος δ΄, Ἄρης ε΄· γίνονται ὁμοῦ λ΄. ὁμοίως Ταύρῳ Παρθένῳ Αἰγόκερῳ ἡμέρας. Ἀφροδίτη Σελήνη Κρόνος Ἑρμῆς Ἄρης Ἥλιος Ζεύς, νυκτὸς δὲ Σελήνη Ἀφροδίτη Ἑρμῆς Κρόνος Ἄρης Ζεὺς Ἥλιος. ἑξῆς Διδύμοις Ζυγῷ Ὑδροχόῳ ἡμέρας Κρόνος Ἑρμῆς Ἄρης Ἥλιος Ζεὺς Ἀφροδίτη Σελήνη, νυκτὸς δὲ Ἑρμῆς Κρόνος Ἄρης Ζεὺς Ἥλιος Σελήνη Ἀφροδίτη. ὁμοίως Καρκίνῳ Σκορπίῳ Ἰχθύσιν ἡμέρας Ἄρης Ἥλιος Ζεὺς Ἀφροδίτη Σελήνη Κρόνος Ἑρμῆς, νυκτὸς δὲ Ἄρης Ζεὺς Ἥλιος Σελήνη Ἀφροδίτη Ἑρμῆς Κρόνος.