Ancient Greek · ~4 min
Liber III., θ΄. Περὶ ἀνέμων καὶ τροπῶν.
Vettius Valens, Anthologiarum libri ix 2-40
Not analysed yet
Ἵνα οὖν ἴδῃς, ὅτι ἀληθῶς ἐστι ταῦτα τὰ ὅρια, καὶ ἀπὸ τῆς τῶν ἀστέρων φύσεως γνώσῃ. ἐὰν ὁ Ἥλιος τὰ αὐτοῦ ὅρια παροδεύων τύχῃ τῆς Σελήνης ἐπιμαρτυρούσης αὐτῷ ἢ τοῦ δεσπότου τῶν ὁρίων ἐκείνου, φυσικὸν τοῦ ἀστέρος πνεύσει· οἷον ἐὰν ὁ Ἥλιος τὰ ἴδια ὅρια διοδεύῃ τῆς Σελήνης μαρτυρούσης, ἀπηλιώτης πνεύσει· ἐὰν δὲ Ἀφροδίτη, νότος καὶ ἀδροσία ἔσται· ἐὰν δε Κρόνος, λὶψ ὑγρότητος αἰτία· ἐὰν δὲ Ζεύς, βορέας καὶ δρόσος γίνεται· ἐὰν δὲ Σελήνη, βορραπηλιώτης· ἐὰν δὲ Ἀφροδίτη, νοταπηλιώτης, ἀστασία ἀνέμων γίνεται καὶ γνόφος· ἐὰν δὲ Ἑρμῆς, λὶψ καὶ βορέας καὶ στάσις καὶ ἐπομβρία, βροντῶν καὶ ἀστραπῶν αἴτιος γίνεται. ἐὰν δέ τινες τῶν ἀστέρων μαρτυρῶσιν Ἡλίῳ καὶ Σελήνη, πρὸς τὴν ἑκάστου φύσιν πάντοτε δεῖ παρατηρεῖν, ἀφ᾿ ἧς φάσεως φέρεται ἡ Σελήνη, ἤτοι ἀπὸ συνόδου ἢ πανσελήνου, καὶ εἰς τίνος ὅριον ἐστὶν ἡ φάσις, καὶ πρὸς τὸν κύριον τῶν ὁρίων καὶ τῶν συνόντων ἀστέρων ἢ μαρτυρούντων ἀποφαίνου.