Ancient Greek · ~1 min
Liber III., ι΄. Ἐκ τῶν Βάλεντος περὶ ἀριθμίου κλήρου καὶ χρόνων ζωῆς· ὁ δὲ αὐτὸς καὶ εἰς περὶ ἐμπράκτων χρόνων μεθʼ ὑποδειγμάτων.
Vettius Valens, Anthologiarum libri ix 1-75
Not analysed yet
Εστι δὲ καὶ ἕτερος τρόπος ἀρίθμιος ἁρμόζων εἰς τὸν περὶ ζωῆς χρόνον καὶ εἰς τοὺς περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνους, ὃν καὶ ὁ βασιλεὺς Πετόσιρις ἐδήλωσε μυστικῶς. ὅθεν ἐπὰν τὴν ἐπικράτησιν ἢ τὴν οἰκοδεσποτείαν εὕρωμεν οἰκείως, πρὸς μερίσαι χρησόμεθα τῇ προκειμένη ἀγωγῇ· εἰ δὲ μή γε, τῇ ὑποκειμένῃ.