Ancient Greek · ~2 min
Liber III., ια΄. Περὶ κλιμακτῆρος ἑβδομαδικῆς καὶ ἐννεαδικῆς ἀγωγῆς.
Vettius Valens, Anthologiarum libri ix 1-76
Not analysed yet
Ὑποδείξομεν δέ, καθὼς καὶ ὁ βασιλεὺς ἐσήμανε, περὶ κλιμακτῆρος ἀπὸ τῆς τοῦ Σὴθ ἀνατολῆς ἕως τῆς γενεθλιακῆς ἡμέρας λαμβάνειν, ἀπὸ δὲ τοῦ συναχθέντος ἀριθμοῦ τῶν ἡμερῶν ἐκκρούειν ὁσάκις δυνατὸν ἀνὰ νβ΄ ζ΄, τὰς δὲ καταλειφθείσας πολλαπλασιάζειν, ὁσάκις ἂν ἦς ἐκκεκρουκώς, καὶ σκοπεῖν, ἐὰν ὁ συναχθεὶς ἀριθμὸς ἐκ τοῦ πολυπλασιασμοῦ ἔχει κατʼ ἔλλειψιν τὸν ἴδιον τοῦ κλιμακτῆρος ἀριθμόν. Οἷον ὑποθέσεως χάριν ἔστω τὰ συναχθέντα ἡμέραι σκ΄· ἐκκρούω τετράκις ἀνὰ νβ΄ ζ΄, γίνονται ἡμέραι ση΄ καὶ δ΄ ἕβδομα καὶ καταλείπονται ια΄ καὶ ἕβδομα γ΄ τοῦτόν φαμεν ἑβδομαδικὸν κλιμακτῆρα.