Ancient Greek · ~3 min
Liber III., ια΄. Περὶ κλιμακτῆρος ἑβδομαδικῆς καὶ ἐννεαδικῆς ἀγωγῆς.
Vettius Valens, Anthologiarum libri ix 2-42
Not analysed yet
Λέγει δʼ ὁμοίως σκοπεῖν, μὴ ὁ κατʼ ἔλλειψιν τοῦ ἀριθμοῦ τῶν ἐτῶν κλιμακτὴρ συνεμπέσῃ. οἷον ἐπὶ ὑποδείγματος ἡ ὑπόστασις ἐὰν ᾖ ἐτῶν μζ΄, κλιμακτὴρ δὲ συνεμπέσῃ ἐτῶν με΄, συναιρεθήσεται ὁ γινόμενος, ἐπεὶ ὁ κατʼ ἔλλειψιν τῶν τῆς ὑποστάσεως κλιμακτὴρ ἐμπέπτωκεν. εἴρηκε δὲ ὅτι, ἐὰν ὁ ἑβδομαδικὸς ἐμπέσῃ εἰς τὸν ἐννεαδικόν, ἀσύμφωνα τὰ πράγματα ἔσται. οἷον ὁ ἑβδομαδικὸς ἤνεγκε μοίρας ε΄· ταῦτα ἀναλύεται εἰς τὸν θ΄· παράκειται γὰρ ἐννάκις ε΄ γίνονται με΄. συνεμπέπτωκεν οὖν ὁ ἑβδομαδικὸς εἰς τὸν ἐννεαδικόν, ἐὰν μὲν οὖν ὁ κατʼ ἔλλειψιν τοῦ ἐκ τῶν ἐτῶν κλιμακτὴρ ἐμπέσῃ καὶ γένηται προειρημένον, οὐκ ἰσχύει χρεοκοπῆσαι τὴν ὑπόστασιν, ἀλλὰ ζήσεται τὰ μεριζόμενα. ἐὰν δὲ συμφωνήσῃ, τὸν προειρημένον προλήψεται ὁ κλιμακτηρικὸς λόγος.