Ancient Greek · ~5 min
Liber IV., ε΄. Περὶ τῆς τῶν συνδέσμων λύσεμως καὶ ἀντιπαραδόσεως τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 1-85
Not analysed yet
Αἱ δὲ τῶν συνδέσμων λύσεις ἐν διαφόροις γενήσονται διὰ τὰς τῶν ἀστέρων φύσεις. Ἥλιος μὲν οὖν καὶ Σελήνη Κρόνῳ παραδιδόντες ἐναντιωμάτων καὶ φόβων εἰσὶ δηλωτικοί, ἐπάγοντες ἔχθρας μειζόνων καὶ ἀπειλὰς μυστικῶν καὶ παλαιῶν πραγμάτων ἕνεκα, ἀνασκευὰς κρίσεις τε καὶ ἀντικαταστάσεις καὶ ὑπόπτους βίους καὶ ἀξίας καθαιρέσεις σωματικάς τε ὀχλήσεις καὶ κινδύνους ναυάγια αἰφνιδίους τε καταπτώσεις καὶ αἰτίας πλείστας, ἐκτὸς εἰ μὴ ἀγαθοποιοὶ ἐπόντες ἢ μαρτυροῦντες τῶν αἰτίων τὰς ἐκβάσεις ἀμαυρώσουσιν. Ἑρμῆς δὲ ἀπὸ Παρθένου ἢ Διδύμων Διὶ μεταπαραδιδοὺς τὸν χρόνον μεταβολὴν πραγμάτων ἀποτελεῖ καὶ καινοποιίας πράξεων· καὶ ἐὰν ἐπὶ γενέσεως οἱ τόποι κακωθῶσιν ἢ καὶ αὐτὸς Ἑρμῆς, τοῦ καθολικοῦ χρόνου ἐναντίου γενομένου, ἡ τοῦ συνδέσμου λύσις τὴν μεταβολὴν ἐπὶ τὸ κρεῖσσον ἕξει καὶ πράξεων δηλωτικὴ γενήσεται. ἐὰν δὲ οἱ τόποι ὑπὸ ἀγαθοποιῶν φρουρούμενοι ἀγαθὸν τὸν χρόνον ἀποτελῶσι, μετὰ τὸν κύκλον ἡ τοῦ συνδέσμου λύσις ἐπιτάραχος καὶ ἐπιζήμιος γενήσεται. Κρόνος δὲ ἀπὸ Αἰγόκερω καὶ Ὑδροχόου λύων σύνδεσμον εἰς Λέοντα καὶ Καρκίνον πρακτικὸν τὸν χρόνον δηλοῖ· τὰ γὰρ ἐκ σκότους εἰς φῶς ἄγει καὶ τοῖς δυναστικοῖς ζῳδίοις τὴν διαίρεσιν τῶν χρόνων παραδιδοὺς ἐνεργέστερος καθίσταται κατὰ τὴν ὑπόστασιν τῆς γενέσεως. τὰς δὲ δόξας καὶ τὰς ὠφελείας παρέχει κατὰ τοὺς ἐπόντας ἀστέρας.