Ancient Greek · ~6 min
Liber IV., ς΄. Πόσα ἔτη μερίζει ἕκαστον ζῴδιον· καὶ τέλεια ἔτη τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 1-86
Not analysed yet
Μερίζει δὲ ὁ μὲν Ὑδροχόος ἔτη λ΄, ὁ Αἰγόκερως κζ΄, ἐπεὶ ὁ Ἥλιος δεσπόζει τελείων ἐτῶν ρκ΄, ὧν τὸ ἥμισυ ξ΄ ἐκ τούτων τὴν ἡμίσειαν τῷ κατὰ διάμετρον Ὑδροχόῳ ἐπιμερίσει, ἅ ἐστιν ἔτη λ΄· ἡ δὲ Σελήνη δεσπόζει τελείων ἐτῶν ρη΄, ὧν τὸ ἥμισυ νδ΄ τούτων τὴν ἡμίσειαν τῷ κατὰ διάμετρον Αἰγόκερῳ ἐπιμερίζει, ἅ ἐστιν ἔτη κζ΄· τῶν οὖν δύο ζῳδίων συνάγεται ἔτη νζ΄, ἅ ἐστιν τέλεια Αἰγόκερω. καὶ οἱ λοιποὶ δὲ ἀστέρες τὸν τέλειον ἐπιμερισμὸν τῶν ἐτῶν ἐξ Ἡλίου καὶ Σελήνης ἔσχον. τῷ μὲν γὰρ Διὶ συναιρετιστῇ ὄντι καὶ τριγώνου συμπάθειαν κεκτημένῳ διὰ τὸν Τοξότην ὁ Ἥλιος τὴν ἡμίσειαν τῶν ρκ΄ ἐτῶν ἐμέρισε καὶ τὰ ἐλάχιστα ἔτη τθ΄· γίνονται ρθ΄. ὡσαύτως δὲ καὶ ἡ Σελήνη διὰ τὴν ἀγαθοποιίαν καὶ τριγώνου κοσμικὴν συμπάθειαν τὴν εἰς τοὺς Ἰχθύας Διὶ ἀπεμέρισε τὴν ἡμίσειαν τῶν ρη΄ ἐτῶν νδ΄ καὶ τὰς ἐλαχίστας κε΄· γίνονται ρθ΄. τῷ δὲ Ἄρει τῆς αὐτῆς αἱρέσεως ὄντι ἡ Σελήνη ἀπεμέρισε τὰ νδ΄· ὁ δὲ Ἥλιος διὰ τὴν ἀντίμιμον πυρώδη οὐσίαν καὶ φθοροποιὸν τρόπον τὸν ἐπιμερισμὸν ἠρνήσατο, ἀντιπαρεχώρησε δὲ τῷ κατὰ διαδοχὴν τοῦ τριγώνου δεσπότῃ Διὶ ἅ ἐστιν ἔτη ἐλάχιστα ἐπιμερίσαι ιβ΄ γίνονται ξς΄. ὁμοίως δὲ καὶ τῇ Ἀφροδίτῃ διὰ τὴν συμπάθειαν τοῦ τριγώνου καὶ νυκτερινὴν αἵρεσιν ἡ Σελήνη ἐπεμέρισεν τὰ νδ΄ καὶ ὁ Κρόνος διὰ τὴν ἐναντίαν τοῦ ὑψώματος στάσιν τουτέστι τὸν Ζυγὸν ἔτη λ΄ γίνονται πδ΄. ὁ δὲ Ἑρμῆς διὰ τὴν πρὸς Κρόνον συνοικοδεσποτίαν ἔλαβεν παῤ αὐτοῦ τὰ τέλεια ἔτη νζ΄ καὶ παρὰ τοῦ Ἡλίου τὰ ἐλάχιστα ιθ΄· γίνονται ος΄.