Ancient Greek · ~8 min
Liber IV., ια΄. Περὶ ἐνιαυτοῦ χρηματιστικοῦ καὶ μερικῆς ἀγωγῆς.
Vettius Valens, Anthologiarum libri ix 1-90
Not analysed yet
Τῶν καθολικῶν καὶ χρονικῶν διαιρέσεων κατ᾿ οἰκειότητα οὕτως διατεταγμένων νῦν καὶ περὶ ἐνιαυτοῦ χρηματιστικοῦ καὶ τῆς τούτων ἀκολουθίας λεκτέον. ὀλίγα δέ τινα πρότερον εἰπεῖν πρὸς τοὺς τὰ τοιαῦτα γεγραφότας ἀναγκαῖον. οἱ πολλοὶ τὴν τῶν χρόνων διαίρεσιν ποικίλως καὶ ἐπιφθόνως ἐκθέμενοι οὐδεμίαν ἀληθείας αἵρεσιν παρέδωκαν, ἱκαναῖς δʼ ἀγωγαῖς τὸν τόπον καθείρξαντες πλάνην μεγίστην καὶ ἀΐδιον ζήτησιν τοῖς ἐντυγχάνουσι κατέλιπον. τινὲς μὲν γὰρ ἀπειρίᾳ ἐνεχθέντες διὰ τῆς τῶν λόγων ὕλης ψευδεῖς αἱρέσεις εἰσενεγκάμενοι ἐξηπάτησαν πολλούς, ?ἕτεροι δὲ τὴν δύναμιν τῆς πραγματείας ἰδόντες καὶ τὰς ἀρχὰς ἐκθέμενοι τὰς ἐπιλύσεις οὐκ ἐποιήσαντο διὰ τὸν φθόνον. ἡμεῖς δὲ πολλὴν μὲν χώραν διοδεύσαντες καὶ τὴν Αἴγυπτον διελθόντες διδασκάλοις φιλαργύροις περιπεσόντες τὰς μὲν τῶν χρημάτων δόσεις ἐποιησάμεθα διὰ τὴν περὶ τὸ ἔργον ἐπιθυμίαν, τῆς δʼ ἀληθείας μὴ τυγχάνοντες ἐγκρατέστερον καὶ αὐτάρκη ἑλόμενοι βίον περὶ ἕτερα ἠσχολήμεθα. ἐπεὶ δὲ τὸ πρόβλημα τῶν πλείστων καὶ μαθημάτων καὶ τῶν καθολικῶν χρόνων διαίρεσις ἀνθεῖλκον ἡμᾶς καὶ μείζω τὴν ἐπιθυμίαν κατεσκεύαζον, ἀνάγκη τὴν ἐπιμονὴν ἐποιούμεθα. διαβολῆς δὲ γενομένης περὶ τὰς καθολικὰς τῶν διαιρέσεων ἀγωγάς, αἷς τινες μὲν ἐχρήσαντο πρὸς τὰς τῶν ὁρίων ἀκολουθίας, ἕτεροι δὲ πρὸς τὰς μικρὰς περιόδους, οἱ δὲ πρὸς τὰ δωδεκατημόρια, ἃ συνάγεται ἔτη ι΄ καὶ μῆνες θ΄, ἄλλοι δὲ πρὸς τὰ ὑψώματα, αἱ δὲ τούτων ἐπιδιαιρέσεις τὰς ἐκβάσεις ψευδεῖς ἐσήμαινον —ἔδοξεν καὶ ἡμῖν αἴσχιστον ὑπάρχειν διορίζεσθαι ἀποτέλεσμα ἔτεσι β΄ ἢ ι΄ ἢ ζ΄, ἀλλὰ ζητῆσαι μεριστικοὺς καὶ ἐνιαυσιαίους χρόνους. καὶ δὴ πολὺν μὲν χρόνον ἀνιαρῶς διήγομεν καὶ ἐπιλύπως τὰς μεταβολὰς τῶν τόπων ποιούμενοι τοῖς περὶ τὰ τοιαῦτα ἐσπουδακόσι συμμίσγοντες διάπειραν ἐλαμβάνομεν, μέχρις οὗ τὸ δαιμόνιον βουληθὲν διά τινος προνοίας τὴν παράδοσιν ἔν τινι τόπῳ πεποίηται διά τινος φιλομαθοῦς ἀνδρός. ἀρχὴν οὖν λαβόμενοι καὶ πολὺν πόνον εἰσενεγκάμενοι κατελαβόμεθα τοῦ σκοποῦ, ὅν καὶ ἐκτησάμεθα ἐπεισενεγκάμενοι καὶ αὐτοὶ πολλὰς δυνάμεων εὐχρηστίας. ἐκ γὰρ τῆς καθημερινῆς τριβῆς καὶ πολυάνδρου συμβολῆς καὶ τῆς τῶν παθῶν αὐτοψίας ἱερὰν μὲν καὶ ἀθάνατον τὴν θεωρίαν ἐκρίναμεν, ἄφθονον δὲ τὴν μετάδοσιν ποιησόμεθα, ἐπειδὴ δοκεῖ συνεκτικώτατον κεφάλαιον παρὰ τὰ λοιπὰ ὑπάρχειν. τούτου γὰρ ἄνευθεν οὐδὲν οὔτε ἐστιν οὔτε ἔσται· ἀρχὴν γὰρ καὶ τέλος ἔχει προγινωσκόμενον.