Ancient Greek · ~4 min
Liber IV., ι΄. Περὶ μερισμοῦ ἐτῶν καὶ μηνῶν καὶ ἡμερῶν πλειόνων καὶ ἐλαττόνων καὶ ὡρῶν ἐκάστου ἀστέρος καὶ τούτων χρήσεις εἰς τὰς γενέσεις.
Vettius Valens, Anthologiarum libri ix 3-39
Not analysed yet
Τινὲς μὲν οὖν καὶ τὰς ἡμέρας κατὰ τὸ τρίγωνον ἐπιμερίζουσιν· ὅθεν ἐπί τινων γενέσεων καθολικὸς μὲν εὑρεθεὶς ἀγαθοπιὸς κοσμακράτωρ ἢ καὶ Ἥλιος ἢ καὶ Σελήνη δόξαν καὶ ἡγεμονίαν περιεποίησεν ἢ καὶ ἀρχὰς ἐπισήμοις καὶ ὡφελείας καὶ συστάσεις μειζόνων. ἐν οἷς χρόνοις κατʼ ἐπιμερισμὸν κακοποιὸς παραλαβὼν τὴν ἐπιδιαίρεσιν ἀσθενείας σωματικὰς ἢ καὶ κινδύνους ἐποίησεν ἢ καὶ ἄλλως ἡμέρας παραλαβὼν καὶ ἐναντιωθεὶς τῷ καθολικῷ χρονοκράτορι ἢ ἀνοικείως σχηματισθεὶς κατὰ γένεσιν καὶ κατὰ πάροδον ταραχὰς καὶ φόβους καὶ ζημίας κατεσκεύασε. καὶ ἐὰν μὲν ὁ καθολικὸς χρονοκράτωρ ἐπὶ γενέσεως κακῶς τύχῃ κείμενος ἤ ὑπὸ κακοποιῶν κατοπτευόμενος, ἐν ταῖς τούτων κατ᾿ ἐπιδιαίρεσιν ἡμέραις καθαιρεθήσονται ἢ κινδυνεύσουσιν ἢ ἐναντία γενήσονται. ἐὰν δὲ τούτων παραλαβόντων ὁ καθολικὸς χρονοκράτωρ ἐν χρηματιστικοῖς ζῳδίοις εὑρεθῇ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενος παροδικῶς, ἐπισκυλέντες τῷ βίῳ καὶ τῇ δόξῃ ἄπταιστοι διαμενοῦσι. δεῖ δὲ καὶ ἐπὶ τῶν ἡμερησίων διαιρέσεων συνδέσμου λύσιν μετὰ τὸ συμπληρωθῆναι τοῦ κύκλου ἡμέρας φκη΄ τὰς λοιπὰς ἐν τῷ διαμέτρῳ τῆς ἀφέσεως ποιεῖσθαι ἐφεξῆς· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν κατὰ λεπτομέρειαν ἡμερῶν καὶ ὡρῶν μετὰ τὸ συμπληρωθῆναι τοῦ κύκλου ἡμέρας μδ΄ τὰς λοιπὰς ἐκ τοῦ διαμέτρου κατὰ τὸ ἑξῆς ἀπολύειν.