Ancient Greek · ~15 min
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 1.1-5
Not analysed yet
Μετὰ πολλῆς μὲν οὖν κακοπαθείας καὶ ζητήσεως εὑρόντες τάς αἱρέσεις καὶ ἐπιδιακρίναντες ἐκ τῶν γενέσεων προεθέμεθα. ὑποτάξομεν δέ, καθὼς ὁ βασιλε ὺς καὶ Πε τό σίρις ᾐνίξαντο περὶ χρόνων ἐμπράκτων τε καὶ ἀπράκτων. εἰ δέ πως δόξει τοῖς ἐντυγχάνουσι ποικίλην καὶ ἀναμεμιγμένην ὑπάρχειν αὐτὴν τὴν αἵρεσιν, τά τῆς ἀποτελεσματογραφίας καὶ τῆς φυ υσικῆς ἐνεργείας ἀποθαυμάσειεν. γάρ ἕνα χρονοκράτορα τῶν ἀστέρων καὶ πρὸς τὰς λοιπάς ἀγωγάς εὑρόντα ἀποφαίνεσθαι περὶ τῶν μελλόντων, διʼ ἀνακυκλήσεως χρόνων τὸν αὐτὸν πάλιν παραλαβόντα τὰ αὐτὰ πράγματα ἀποτελεῖν, ἀμαθές μοι δοκεῖ καὶ πλάνης ἀνάμεστον. ὁ γάρ εἴς ἤτοι ἀγαθὸν ἢ φα σῦλον ἀποτελεῖ κατὰ τὴν ἰδίαν φύσιν ἐν τῷ ἔτει ἢ δυσὶν ἢ τρισὶν ἔτεσιν. εὑρίσκομεν δὲ ἐν ἑνὶ χρόνῳ ἢ καὶ μησὶ καὶ ἡμέραις διάφορα ἀποτελέσματα συμβαίνοντα καὶ ἀναμεμιγμένα κακῶν τε καὶ ἀγαθῶν, ὅθεν πίστιν ἡμῖν παρέχει αὐτὰ τὰ πράγματα. εὑρίσκομεν γάρ ἐπὶ γενέσεως καθʼ ἕνα χρόνον δόξαν κληρονομίαν κατηγορίαν φυγαδείαν ἢ πάλιν ἀρχὴν ἐπίσημον, πένθος ἐπίλυπον, ἀσθένειαν καὶ πάλιν ἡγεμονίαν, περίκτησιν βίου, θάνατον· καὶ τινάς μὲν περὶ σῶμα κακοδαιμονοῦντας, περὶ δὲ τὸν βίον εὐτυχοῦντας, ἑτέρους περὶ γυναῖκα καὶ πράξεις ἀνωμαλοῦντας, ῥωμαλέους δὲ καὶ ἱλαρούς. ταῦτα δʼ οὐκ οἶμαι ἀπὸ ἑνὸς κοσμοκράτορος συντελεῖσθαι, ἀλλὰ ὑπὸ τῶν πολλῶν· καὶ τὸ μὲν ἀγαθὸν προδειχθὲν ἀναλύεται ὑπὸ τῆς τῶν κακοποιῶν δυνάμεμς, ὁμοίως δὲ καὶ φαῦλον ὑπὸ τῆς τῶν ἀγαθοποιῶν. ὅθεν καὶ ὁ συγγραφεὺς ἔφη τινὰ μὲν εἶναι ἀφύλακτα, τινὰ δὲ φυλακτά· ἀχύλακτα μέν, ἐπὰν οἱ κακοποιοὶ μόνοι παρατυγχάνοντες ἐνεργῶσί τι, φυλακτὰ δέ, ὅταν τῶν κακοποιῶν ἀποτελούντων ἀγαθοποιὸς περιπεσὼν τὴν ἐκείνων δύναμιν θραύσῃ. ὅταν δὲ ἐπὶ γενέσεως σχῆμα ἀγαθοποιοῦ εὑρεθῇ καὶ τῶν χρόνων δεσπόζῃ, πλῆρες τὸ ἀγαθὸν γενήσεται, ὁμοίως δὲ καὶ τῶν κακοποιῶν ἐὰν συγχρηματίσωσι τῶν μαρτυριῶν οἱ χρόνοι, ἀμφότερα γενήσεται κατὰ τὴν τῶν ἀστέρων τε καὶ ζῳδίων φύσιν. ἄλλως τε καὶ κατὰ τὸ μέγεθος τῆς γενέσεως καὶ τῆς ὑποστάσεως τά τε ἀγαθὰ καὶ φαῦλα συντελεῖται. καὶ καθάπερ ἐπὶ τῶν νηπίων καθολικῶν γενέσεων, ἐπὰν τοῦς ἀγαθοποιοὺς εὕρωμεν χρηματίζοντας καὶ τὸν Ἥλιον ἤ τὴν Σελήνην ἐπιθεωροῦντας τὸν ὡροσκόπον, ἐπαγγελλόμεθα καὶ χρόνον ζωῆς καὶ δόξαν καὶ ὑπόστασιν βίου, ἐὰν δὲ τοὺς κακοποιούς, ἀποδοκιμάζομεν τὴν γένεσιν, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς τῶν χρόνων διαιρέσεως σκοπεῖν δεήσει, ἐφʼ ὅσον μὲν ἂν οἱ ἀγαθοποιοὶ διακρατῶσι, μεγάλα καὶ πρακτικὰ ἐπαγγέλλεσθαι, ἐὰν δὲ ἀναμεμιγμένοι, ὁμοίως, ἐὰν δὲ μόνη κακοποιῶν χρονογραφία συνδράμῃ ,κινδύνους καθαιρέσεις καὶ πολλῶν αἰτίων ἐπιφορὰς προλέγειν. Φησὶν οὖν ὁ βασιλεύς. ἐπὰν τῆς χρονογραφίας ὑπὸ ὄψιν ἐκτεθείσης (τουτέστι τῆς γενέσεως) χρηματίσωσιν ὁποῖοι ἂν τύχωσι, πρὸς πάντας λέγε τοὺς ἀστέρας, ἕτερος δέ τις κατὰ τὸ ἐναλλὰξ ἐφεστὼς ἐπιμαρτυρὴσῃ ἢ καὶ τὴν συναφὴν ἐπίσχῃ, συναμφοῖν οἱ χρόνοι ἀναγραπτέοι. οἷον οὕτως· ἐὰν ἡ Σελήνη τὸν ἀρίθμιον τόπον ἐπίσχῃ, ἕτερος δέ τις ἐπὶ τοῦ τῆς Σελήνης τύχῃ ζῳδίου, ἐπειδὴ αὐτὴ ἡ Σελήνη ἐφ᾿ ἑτέρου τόπου τὴν συναφὴν ἐπίσχει, τοὺς μὲν τοῦ ζῳδίου χρόνονς κατάξει, οἵτινές ποτε ἂν ὦσιν, εἴτε ἀγαθοποιοὶ προσόντες ἢ καὶ ἐναντίοι. ἐπὰν γὰρ ὁ τοῦ Διὸς ἐπὶ τοῦ προκειμένου τόπου τύχῃ, δόξης δηλωτικὸς ἢ δόξα μέτριος ἐπικτητικοῦ βίου συλλογῇ γενήσεται (τουτέστι τὸν κλῆρον τῆς τύχης, ὅστις τὸν περὶ ὑπαρχόντων καὶ ὠφελείας δηλοῖ. τὴν δὲ περὶ δόξης ἕτερον)· εἰ δὲ τούτῳ συνεπιμαρτυρήσῃ ἤ καὶ τούτῳ συναφὴν ἐπίσχῃ κακοποιός, ἐν τοῖς τῶν ἀγαθοποιῶν κρόνοις καὶ τὸ κακὸν ἐπιτελεσθήσεται. συμπαραλαμβανομένου δὲ καὶ συμψηφοθετουμένου τοῦ τὴν συνεπιπλοκὴν ἔχοντος τοῦ ἀστέρος κρόνου, δσοι ἂν ὦσι συμπεπαιούμενοι, πρὸς τὰ τέλη τῶν περιόδων ἣ τῶν ἀναφορῶν τὰ ἀποτελέσματα λέγειν γίνεσθαι. ππας μὲν οὖν ἀστὴρ ἐπίκεντρος ὑπάρχων τοὺς ἰδίους χρόνους πλἡρεις δίδωσι (περὶ τούτου καὶ ἡμεῖς ὲν τοῖς ἔμπροσθεν ἐδηλώσαμεν), ἔκκεντρος δὲ ὑπάρχων, ὅσους ἂν ἀπομερίζῃ λοιπογραφουμένους ἀπὸ τῶν ἰδίων ἀριθμῶν(τοῦτον δἐ τὸν λόγον, ὡς ἐμοὶ δοκεῖ, ἐν τῷ περὶ χρόνων ζωῆς ἐδηλώσαμεν.)