Ancient Greek · ~4 min
Liber VII., δ΄. Ἀγωγὴ λεπτομερεστέρα καὶ περὶ χρόνων ἐμπράκτων καὶ ἀπράκτων πρὸς ἀναφορὰς καὶ τὰς περιόδους τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 4-46
Not analysed yet
Μερίσουσι δὲ οἱ ἀστέρες καὶ τοὺς μέσους χρόνους ὧν δεσπόζουσιν ἐτῶν· Ἥλιος μὲν τὴν ἡμίσειαν τῶν ρκ΄ ἐτῶν κεκτημένος τὰ ξ΄ παραλήψεται καὶ τὰ ἐλάχιστα τὰ ιθ΄ καὶ γίνεται ρθ΄, ὧν τὸ ἥμισυ γίνεται λθ΄ μῆνες Ϛ΄, Σελήνη δὲ τὴν ἡμίσειαν τῶν ρή νδ΄ καὶ ἐλάχιστα κε ,καὶ γίνονται ὁμοῦ ρθ΄, ὧν τὸ ἥμισυ λθ΄ μῆνες Ϛ΄. ταῦτα μερίσει. Ἄρης δὲ τὰ μὲν μέγιστα ξϚ΄ καὶ τὰ ἐλάχιστα ιε΄ ,καὶ γίνονται πα΄, ὧν τὸ ἥμισυ μί ἔτη καὶ μῆνες Ϛ΄ Ἀφροδίτη τὰ τέλεια πδ΄ καὶ τὰ ἐλάχιστα η΄ . γίνονται 𝒢β΄ ,ὧν ἥμισυ μϚ΄ . Ερμῆς τά μέγιστα οϚ΄ καὶ τὰ ἐλάχιστα κ΄ ,γίνονται 𝒢Ϛ΄, ὧν τὸ ἥμισυ γίνονται μή Ζεὺς τὰ μέγιστα οθ’ [καὶ τὰ οϚ΄ ]καὶ τὰ ἐλάχιστα ιβ΄ γίνονται 𝒢α΄ ,ὦν τὸ ἥμισυ γίνονται μέ μῆνες Ϛ΄. οὗτοι οἱ μέσοι χρόνοι φυσικώτεροί μοι ἔδοξαν τυγχάνειν.