Ancient Greek · ~5 min
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 2-78
Not analysed yet
Ἄλλως δὲ πάλιν ὑπόθου τὴν Σελήνην ἐπικρατεῖν τῷ προκεινένῳ, ἐπιπαρεῖναι δὲ τούτῳ τὸν τοῦ Κρόνου, ὡροσκοπεῖν δὲ τὸν τῆς Σελήνης τόπον, δπου ὁ τοῦ Κρόνου τέτευχεν ἐπιπροσών. ὁ μὲν οῦν δλοτελὴς τοῦ Κρόνου χρόνος ἔπιπροσών. ὁ μὲν οὖν δλοτελὴς λά μοίρας. ἔστω δὲ καὶ τὴν Σελήνην ἐν ᾧ δἡποτε ζῳδίῳ τετευχυῖαν ἐπίκεντρον, ἐπαναφέρεσθαι δὲ ἤ ἐπικαταφέρεσθαι τὸν τοῦ Ἄρεως ἐπὶ τοῦ ἐχομένου ζῳδίου, ἐφ' δν καὶ τὴν συναφὴν ποιήσεται, μαρτθρεῖσθαι δὲ τὸν τοῦ Κρόνου ὑπὸ τοῦ Ἄρεως ἤ καὶ αὐτῆς τῆς Σελδήνης ἢ καὶ τοῦ Ἡλίου. οἱ τοιοῦτοι ἐκ ταπεινῶν γονέων ἔσονται· τοὺς δὲ τοῦ ζῳδἱου χρόνους, ἐφ᾿ οὗ τοῦ Κρόνου τέτευχε, καὶ τοὺς τοῦ Ἄρεως ἐπισυνθέντας, τούτους ἀνωμαγήσει ἢ καὶ ἐν ξενιτείαις ἔσται· δὲ τοῖς αὐτοῖς χρόνοις δινῶν καὶ τομῶν παραίτιος γενήσεται τῶν περὶ τὰς ὄψεις. ἐὰν δέ πως ὴ Σελήνη ἐπὶ προσθέσεως ὑ πάρχουσα καὶ μηδέπω ἐπὶ τὴν πανσέληνον, ἐπιδεῆ σημαίνει φέρεται φέρεται ἀποσκότωσιν ἐπὶ μηδενὸς τῶν ὁρατικῶν μέντοι γε τὰ περὶ τοὺς ὀφθαλμοὺς γενόμενα αἴτια· ἤτοι πρὸς ἀναφοραῖς ἢ καὶ τομαῖς ἐπὶ τῶν αὐτῶν τόπων διὰ τὸ φωσφορούσῃ συνάπτειν Ἄρεα ἢ καὶ καύσεσι ἐμπεριισχάνονται. εἷτ᾿ ἐχομένως τὰ τοῦ ἐπιματρυροῦντος ἀστέρος τὸ τῆς Σελήνης ζῴδιον ἢ καὶ συμπροσόντος, εἰ τὶς ἢ καὶ τινὲς τύχωσιν ἐπισυμπαρεῖναι τῷ κλήρῳ, λέγειν· εἷθ᾿ ἑξῆς τοὺς ἐπαναφερομένους, καθ᾿ ὃν ἂν τόπον ἐπαναφερόμενοι κέντρῳ οἱῳδήποτε τύχωσι.