Ancient Greek · ~3 min
Vettii Valentis Anthologiarum liber I., γ΄. Περὶ ὁρίμν.
Vettius Valens, Anthologiarum libri ix 10-3
Not analysed yet
Τοῦ δὲ Αἰγόκερω αἱ πρῶται ζ΄ Ἑρμοῦ εἰσι, θεατρικαὶ σατυρικαὶ μιμητικαὶ ψευστικαὶ πορνικαὶ προαγωγοί, τῶν ἀλλοτρίων ἐπιθυμηταὶ καὶ ἄδοξοι, ἀφυεῖς δὲ περὶ πάντα καὶ εὐχάριστοι καὶ εὔποροι, οὐχ ὑψηλαὶ δέ. δὲ ἑξῆς ζ΄ Διὸς ὑψοταπεινώματι ποιοῦσαι δόξης τε καὶ ἀδοξίας, πλούτου καὶ πενίας, ἐπιδόσεων καὶ θεατρισμῶν, στειρώδεις θηλυγόνοι ἡ τερατογόνοι μικροπρεπεῖς διωτικαί. αἱ δὲ ἑξῆς η΄ Ἀσροδίτης ἀσώτων λάγνων καὶ κατωφερῶν ἀκρίτων ἐπιψόγων, εὐμεταβόλων περὶ τὰ τέλη, οὐκ εὐθανατούντων οὐδὲ περὶ τοὺς γάμους εὐσταθῶν. αἱ δὲ τέταρται δʼ Κρόνου αὐστηραὶ ἀνεύφραντοι ἀλλοιώδεις δύστεκνοι δυσάδελφοι ὠμαὶ φθαρτικαὶ κατάψυχροι ἀσύγκλωστοι βάσκανοι μελλητικαὶ ναὶ δόλιοι. αἱ δʼ ἐπὶ πᾶσιν δʼ Ἄρεως ὑψηλαὶ ἐξουσιαστικαὶ τυραννικαί, ἐπὶ παντὶ ἡγεμονικὸν περιτιθεῖσαι, σπανιστικαὶ τῶν ἰδίων συγγενῶν καὶ ἀναιρετικαὶ ἀνθρώπων ἀποδημητικαὶ φίλεροι ἕως τέλους ἐρισταί.