Ancient Greek
Vettii Valentis Anthologiarum liber I., γ΄. Περὶ ὁρίμν.
Vettius Valens, Anthologiarum libri ix 11
Not analysed yet
Ὑδροχόου πρῶται ζ΄ μοῖραι Ἑρμοῦ πλουσίων φιλοθησαύρων, ἡδέως ἀποθησαυριζόντων πρὸς τὰ μέτρα τῶν γενέσεων, συνετῶν νομικῶν συνακριβούντων πάντα, ἐπιτακτικῶν μικροψύχων πολυμερίμνων, φιλούντων παιδείαν καὶ πᾶσαν πολυτεχνίαν ,διοικητικῶν οἰκονομικῶν φιλανθρώπων. αἱ δὲ ἑξῆς ἓξ Ἀφροδίτης καλῶς φιλουμένων θεοσεβῶν χωρὶς πόνου εὐπορούντων αἰφνιδιοτυχῶν εὐπόρων πλευστικῶν εἰσὶ δὲ αὗται πολύσποροι μοῖραι, συμβαίνει δὲ τὸν κατʼ αὐτὰς γενόμενον γραυσὶ συνέρχεσθαι ἢ ἐπισινέσιν ἢ εὐνούχοις συνέρχεσθαι, προβιβάζεσθαι δὲ ὑπὸ ἀσπέρμων ἢ προβεβηκότων. αἱ δὲ ἑξῆς ζ΄ Διὸς εὐτυχεῖς μικρολόγοι ἐνδόμυχοι ἀφιλόδοξοι ἀνεπίφαντοι εὔπαιδες ἀφιλάδελφοι. αἱ δὲ ἑξῆς ε΄ Ἄρεως ἐπισινεῖς μάλιστα περὶ τὰ ἐντός, δικασχολούμενοι, πονηρῶν ἀνθρώπων ἀδρανῶν καὶ ἐκλελυμένων, πλὴν ταχέως ἐπιχειρούντων τοῖς κακοῖς. αἱ δὲ λοιπαὶ ε΄ Κρόνου στειρώδεις κάθυγροι δύσγονοι σινωτικαί, καὶ μάλιστα περὶ μήνιγγας καὶ τὰ ἐντὸς εἴδη καὶ ὕδρωπας καὶ σπασμούς, σπανιστικαὶ σπανάδελφοι σπανότεκνοι φθονεραί, ἐπὶ τῷ τέλει οὐκ εὐτυχεῖς.