Ancient Greek · ~7 min
Liber II., ιϚ΄. Τριγμωνικαὶ ἀστέρων διακρίσεις πρὸς εὐδαιμονίαν ἢ δυστυκίαν· τριγμωνικὰ καὶ ἐξαγωνικὰ καὶ διαμετρικὰ σχήματα.
Vettius Valens, Anthologiarum libri ix 11-4
Not analysed yet
Ἑρμῆς Ἀρεῖ τρίγωνος ἢ δεξιὸς ἑξάγωνος ποικίλων πράξεων δηλωτικός· ποτὲ μὲν γραμματεῖς ποτὲ δὲ ἔμποροι ἑρμηνεῖς γεωμέτραι νομικοὶ φιλόσοφοι, πάντες δὲ κακότροποι δριμεῖς συνετοὶ ψεῦσται· ποιεῖ δὲ καὶ ὁπλοδιδακτὰς ἢ καὶ ὁπλοπαίκτας. εἰ δὲ καὶ ὁ τοῦ Διὸς συσχηματισθῇ μάλιστα ἐν χρηματιστικοῖς τόποις, ποιεῖ στρατιωτικούς, πολλάκις δὲ ὀρνεοσκόπους, θύτας, προγινώσκοντας τὸ μέλλον, περισσότερον ἀνθρώπων νοοῦντας. τετράγωνος δὲ ποικιλωτέρους τῶν προειρημένων ποιήσει· ποιεῖ γάρ μάγους πλάνους θύτας ἰατρούς ἀστρολόγους ὀχλαγωγοὺς τραπεζίτας παραχαρακτὰς ὁμοιογράφους διά τε πανουργίας καὶ ἐπιθέσεως καὶ δόλου τὰς πράξεις διοικοῦντας· γίνονται δὲ καὶ κλῶπες καὶ ἐπίορκοι καὶ ἀσεβεῖς καὶ ἐπίβουλοι τῶν ὁμοίων, αἰσχροκερδεῖς ἀποστερηταὶ ἁπλῶς οὐδὲν ἔχοντες ἐλεύθερον, ὅθεν κακοῖς πλείστοις περικυλίονται καὶ ἐπαγωγῆς ἢ φυγαδείας ἢ συνοχῆς πεῖραν λαμβάνουσι. μάλιστα δὲ ἐν τοῖς ἀχρηματίστοις ζῳδίοις ἢ μοίραις τυχόντες χείρονα ἀποτελοῦσιν· ἐν δὲ τῷ ὑπὸ γῆν ἢ δύνοντι ἀμφότεροι ἢ ἐὰν δς μὲν δύνῃ, δς δὲ ὑπὸ γῆν τύχῃ, φόνους ἐπιτελοῦσιν ἢ συνίστορες ἔσονται ἀπὸ λῃστείας τὸν βίον διάγοντες· ἔνιοι δὲ καὶ ἀδελφοκτονοῦσι καὶ βιαία ἔσται ἡ ἐσχάτη αὐτῶν τελευτή, μάλιστα ἐὰν καὶ τὴν Σελήνην προσλάβωνται· βιαιοθάνατοι γὰρ καὶ ἄταφοι γίνονται. ἐὰν μὲν οὖν ἐν τετράποσι γένωνται, ἀπὸ θηρίων ἁλίσκονται, ἐν δὲ ἀνθρωποειδέσιν ὑπὸ λῃστῶν, ἐν δὲ τοῖς στερεοῖς ἀπὸ ὕψους ἢ συμπτώσεως, ἐν δὲ τοῖς διαπύροις ἀπὸ πυρός, ἐν δὲ τοῖς καθύγροις ναυαγίοις, ἐν δὲ τοῖς τροπικοῖς μονομαχοῦντες· ταῦτα δὲ καὶ ἐναλλάξαντες καὶ ὁμόσε τυχόντες ποιοῦσιν. ἐὰν δὲ δς μὲν οἰκοδεσποτῇ, δς δὲ δεσπόζῃ καὶ Ἑρμῆς ἑξάγωνος Ἀφροδίτῃ ᾖ ἢ σὺν αὐτῇ, τοὺς γεννωμένους ποιοῦσι συνετοὺς ἐπιχαρεῖς φιλομούσους φιλοπαίκτας σκώπτας, ἄλλοτε ποιητὰς μελογράφους φωνασκούς, ὑποκριτὰς μίμων κωμῳδίας, ἐνίοτε δὲ καὶ ἀθλητὰς ἢ ἱερονίκας· ἔτι δὲ πράξεων ποικίλων εἰσὶ περιποιητικοί. εἰ δὲ ἡ γένεσις θηλυκὴ ἦ, μουσικοὶ γίνονται, πολύκοιτοι, τρόπον ἑταιρῶν διάγουσαι, φιλόλογοι φωνασκοί.