Ancient Greek · ~6 min
Liber II., ιϚ΄. Τριγμωνικαὶ ἀστέρων διακρίσεις πρὸς εὐδαιμονίαν ἢ δυστυκίαν· τριγμωνικὰ καὶ ἐξαγωνικὰ καὶ διαμετρικὰ σχήματα.
Vettius Valens, Anthologiarum libri ix 12-3
Not analysed yet
Ἀφροδίτη Κρόνῳ τρίγωνος αὐστηροὺς ἀγελάστους ἐπισκύνιον ἔχοντας, πρὸς δὲ τὰ ἀφροδίσια σκληροτέρους, οὐ πολυκοίτους, ἀναξίαις μέντοι γε ἢ ἀργυρωνήτοις ἢ πρεσβυτέραις ἐπιμίσγονται· οἱ δὲ καὶ ταῖς τῶν ἀδελφῶν ἢ ἐπιστατῶν ἢ ταῖς τῶν πατέρων ἢ καὶ μητρυιαῖς τὰς ἐπιμιξίας ποιοῦνται· αἱ δὲ γυναῖκες αὐτῶν λαθραιόκοιτοι καὶ ἐπιμιγνύμεναι τοῖς τῶν ἀνδρῶν δούλοις ἢ φίλοις. νοεῖν μέντοι δεῖ ὡς παρὰ τὰς τῶν ζῳδίων καὶ μοιρῶν ἐναλλαγὰς πολλή τις διαφορὰ γίνεται· τὸ γὰρ αὐτὸ σχῆμα, καὶ ἐὰν ὁμοῦ τύχωσι, ῥυπαρωτέρους μὲν ἢ καὶ ἐπικοιμωμένους καὶ ἄλλοτε μὲν πολυκοίτους, πολλάκις δὲ μηδὲ ἀφροδισιάζοντας ἀλλὰ μόνον ἡδομένους. τετράγωνοι δὲ πολλῷ χείρονες· τὰ μὲν γὰρ ἐπὶ τοῦ τριγώνου εἰρημένα λόγια ἐπὶ τὸ χεῖρον τρέπουσιν, ἀλλὰ καὶ ἀπὸ πορνείας ἄγονται γυναῖκας· γίνονται δὲ καὶ ἀνεπιχαρεῖς καὶ ἀσελγεῖς. κάκιον δὲ γίνεται, ἐὰν ἐπὶ τὸ δυτικὸν ἢ ὑπόγειον γίνηται τὸ σχῆμα· παροξύνεται γὰρ ἐπὶ τὸ χεῖρον τὰ εἰρημένα μάλιστα καὶ τοῦ Ἄρεως συνόντος ἢ τετραγωνίζοντος ἢ διαμετροῦντος· καὶ γὰρ αἰσχροποιοῦσι καὶ διαβάλλονται ὑπὸ ὄχλων, πολλάκις δὲ διὰ ταῦτα περιβοησίας ἢ ἀπαγωγῶν τυχόντες κακῷ θανάτῳ περιτρέπουσιν. ἐὰν δὲ καὶ ἐν λατρώδεσι ζῳδίοις ἢ μοίραις γένωνται, πάθεσιν ἀκαθάρτοις καὶ παρὰ φύσιν ἡδοναῖς χρήσονται. ἑξάγωνοι δὲ πρὸς ἀλλήλους τὴν αὐτὴν ἀποτελεσματογραφίαν τοῖς τριγώνοις ἔχουσιν, ἀμυδρὰν δὲ καὶ ἀσθενῆ. ἐῷοι μὲν ὄντες καὶ ἐν τῷ ἀπηλιώτῃ τὰς γυναῖκας ἀρρενοῦσιν οὐ μόνον ταῖς πράξεσιν, ἀλλὰ καὶ σὺν γυναιξὶ κοιμώμεναι ἀνδρῶν ἔργα ἐπιτελοῦσιν· ἑσπέριοι δὲ θηλύνουσι τοὺς ἄνδρας· ἄλλοτε μὲν γὰρ ἀνδράσι συγκοιμώμενοι γυναικῶν ἔργα ἐπιτελοῦσι, πολλάκις δὲ καὶ τῶν γονίμων στερίσκονται.