Ancient Greek · ~2 min
Liber VIII., Ϛ΄ Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων.
Vettius Valens, Anthologiarum libri ix 12-7
Not analysed yet
Ἄλλη. Ἀντωνίνου ἔτος ε΄ Τυβὶ κη΄ εἰς κθ΄ ὥρα νυκτερινὴ ια΄. Ἥλιος Ὑδροχόῳ ς΄, Σελήνη Γούρῳ κη΄ . ὡροσκόπος Ἀἰγόκερῳ ζ΄ . τῷ Ὑδροχόῳ παράκειται Παρθένος, ἐν Παρθένῳ Καρκίνος· τοῦτον ἐν Αἰγόκερῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας α΄ β΄ τῇ δὲ κη΄ σεληνιακῇ μοίρᾳ ἐν Γαύρῳ παράκειται Κριός. ἐν Κρίῷ τὴν α΄ β΄ εἰσενέγκας εὗρον Λέοντα· τοῦτον ἐν Αἰγόκερῳ εὗρον περὶ μοίρας ι΄ ια΄ . τὰ μεταξύ σελίδια γ΄ ἀφ αιρῶ ἀπὸ τῆς β΄ τῆς Παρθένου τὰς γ΄ . καὶ γίνονται λοιπαὶ Τοξότου κη΄ ,αἵ εἰσιν μῆνες· ἐτελεύτα ἐτῶν γ΄ .