Ancient Greek · ~2 min
Liber VIII., Ϛ΄ Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων.
Vettius Valens, Anthologiarum libri ix 13-7
Not analysed yet
Ἄλλη. Ἀντωνίνου ἔτος ιε΄ Τυβὶ ιβ΄ ὥρα ἡμερινὴ α΄. Ἡλιος Αἰγόκερῳ κ΄ . Σελήνη Διδύμοις κη΄ ,ὡροσκόπος Αἰγόκερῳ. ταῖς κ΄ τοῦ Αἰγόρερω παράκειται Ζυγός· ἐν Ζυγῷ Ἰχθύες· τούτους ἐν τῷ ὡροσκοποῦντι εὗρον Αἰγόκερῳ περὶ μοίρας κθ΄ λ΄. εἶτα ταῖς κη΄ σεληνιακαῖς μοίραις ἐν Διδύμοις ⟨εὗρον⟩ παρακείμενον Ὑδροχόον, ἐν Ὑδροχόῳ ταῖς κθ΄ μοίραις τοῦ ἡλιακοῦ γνώμονος εὖρον πάλιν Ὑδροχόον. τοῦτον ἐν Αἰγόκερῳ εὗρον περὶ μοίρας κγ΄ κδ΄· τὰ δὲ μεταξὺ σελίδια β΄ προσέθηκα ταῖς κθ΄ τοῦ Αἰγόκερω. καὶ γέγονεν ὁ ὡροσκόπος Ὑδροχόῳ μοίρᾳ α΄ ,ἧ παράκειται κατὰ τὸ Ϛ΄ κλίμα ο μδ΄· ἐτελεύτα ἐν τῷ α΄.