Ancient Greek · ~3 min
14 to 16
Vettius Valens, Anthologiarum libri ix 14-5-16
Not analysed yet
Ἄλλη. Ἥλιος Ἑρμῆς ὡροσκόπος Ταύρῳ, Σελήνη Ἰχθύσι, Κρόνος Διδύμοις, Ζεὺς Ὑδροχόῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Κριῷ. ὁ κλῆρος τῆς τύχης Ἰχθύσιν· ἐκεῖ Σελήνη ὑπὸ Κρόνου καὶ Ἄρεως θεωρουμένη· ὁ κύριος τοῦ δαίμονος καὶ τῆς πανσελήνου ἠναντιώθη. ὁ τοιοῦτος ἀντλίᾳ ἐτελεύτα. Ἄλλη. Ἥλιος Λέοντι, Σελήνη Ἑρμῆς Παρθένῳ, Κρόνος Διδύμοις, Ζεὺς Κρίῷ, Ἅρης ὡροσκόπος Ἀφροδίτη Καρκίνῳ. ὁ κλῆρος τῆς τύχης Διδύμοις· ἐκεῖ Κρόνος κύριος τοῦ θανάτου καὶ καθυπερτερῶν Ἑρμῆν τὸν κύριον τοῦ κλήρου καὶ Σελήνην· ἄλλως τε καὶ Ἄρης τῷ θανατικῷ τόπῳ ήναντιώθη. ὁ τοιοῦτος ἑαυτὸν ἀπηγχόνησεν. Ἄλλη. Ἥλιος Ἑρμῆς Κριῷ. Σελήνη Ἀφροδίτη Ἰχθύσι. Κρόνος Καρκίνῳ, Ζεὺς Ἄρης Ταύρῳ, ὡροσκόπος Σκορπίῳ. ὁ κλῆρος τῆς τύχης Τοξότῃ· ὁ κύριος σὺν τῷ Ἄρεῖ τῇ δύσει. ὁ θανατικὸς τόπος Καρκίνῳ· Κρόνος ὁ κύριος τῆς πανσελήνου ἀπόστροφος· ήναντιώθη δὲ καὶ ὁ Ἄρης τῷ ἰδίῳ οἴκῳ. ὁ τοιοῦτος ἐθηριομάχησε.