Ancient Greek · ~5 min
Liber II., μα΄. Περὶ βιαιοθανάτων μεθ᾿ ὑποδείγματος.
Vettius Valens, Anthologiarum libri ix 17-4
Not analysed yet
Κατελαβόμεθα δὲ ἐπὶ τῶν διαμέτρων στάσεων τοὺς κακοποιοὺς οὐκ ἐπὶ πάσης γενέσεως κατὰ πάντα βλαπτικούς, ἀλλʼ ἔσθʼ ὅτε καὶ ἀγαθοποιοὺς καὶ μάλιστα ἐπὶ τῶν ἐνδόξων γενέσεων, πλὴν καὶ αὐτοὺς πολλαῖς κακίαις συμπεφυρμένους. βίαιοι γὰρ οἱ τοιοῦτοι μετὰ ἀνάγκης γινόμενοι ἀνοσίοις καὶ ἀθεμίστοις πράγμασιν περιτρέπονται· ἀδικοῦσιν δὲ ἤ λεηλατοῦσιν ἅρπαγές τε καὶ ἀλλοτρίων ἐπιθυμηταὶ καθίστανται ὑψαυχενοῦντες καὶ ἀλογιστοῦντες διὰ τὴν τῆς δόξης ἐπίκαιρον εὐδαιμονίαν· τὰ γὰρ ἴδια ἁμαρτήματα ἑτέροις ἐπεισάγουσιν. ἀλλὰ καὶ θεοῦ καὶ θανάτου καταφρονοῦσιν· ἄρχουσι γὰρ ζωῆς καὶ θανάτου· ὅθεν οὐ διὰ παντὸς τοῖς τοιούτοις εὐτυχὲς διαμένει, διὰ δὲ τὴν τοῦ ἐναντιώματος στάσιν οἱ μὲν ἀπὸ δόξης εἰς ἀτιμίαν ἢ ταπεινὴν καθαιροῦνται τύχην, οἱ δὲ βιαιοθανατοῦσιν· τινὲς δὲ ὅσα ἑτέροις ἐνεδείξαντο, αὐτοὶ πάσχουσιν τιμωρούμενοι καὶ κολαζόμενοι καὶ μεμφόμενοι τὴν προγενομένην τῆς δόξης ἀνωφελῆ φαντασίαν. ἃ γὰρ μετὰ πόνου καὶ μερίμνης καὶ βίας καὶ χρόνῳ συνεσώρευσαν, τούτων στιγμῇ ἀφαιρεθέντες λυποῦνται ἢ ἑτέροις ἄκοντες συνεχώρησαν. ἐπακολουθεῖ γὰρ τούτοις σὺν τῇ ἀβεβαίῳ τύχη νέμεσις χαλιναγωγὸς φθόνος ἐπιβουλὴ προδοσία λύπη μέριμνα φθίσις σώματος, ὡς καὶ βουλομένους ἀπαλλάττεσθαι τῆς ματαίας εὐδαιμονίας μετρίαν μεταμφιασαμένους τὴν τύχην μὴ δύνασθαι, πάσχειν δὲ ὅσα ἡ πεπρωμένη ἄκοντας ἐβιάσατο.