Ancient Greek · ~2 min
Liber VIII., Ϛ΄ Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων.
Vettius Valens, Anthologiarum libri ix 14-8
Not analysed yet
Ἄλλη. Ἀντωνίνου ἔτος κα΄ Ἀθύρ κη΄ εἰς κθ΄ ὥρα νυκτερινὴ γ΄ Ἥλιος Τοξότῃ ς΄, Σελήνη Ὑδροχόῳ ε΄ . ὡροσκόπος Καρκίνῳ. ταῖς ς΄ τοῦ Τοξότου παράκειται Καρκίνος· ἐν Καρκίνῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ τὴν αὐτὴν Ϛ΄ μοῖραν. ὁμοίως ταῖς τῆς Σελήνης γ΄ μοίραις ἐν Ὑδροχόῳ παράκειται Καρκίνος· ἐν Καρκίνῳ Ϛ΄ παράκειται Παρθένος. Παρθένον ἐν Καρκίνῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας κ΄· τὰ μεταξὺ σελίδια ε΄· ταύτας ἀφεῖλον ἀπὸ τῶν ς΄ καὶ λοιπαὶ γίνεται Καρκίνου μοῖρα α΄ ,ἥτις καὶ ὡροσκοπεῖ. ταύτῃ παράκειται α΄ β΄ ἔζησεν μα΄ .