Ancient Greek · ~2 min
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 16-5
Not analysed yet
Αλλη. Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ, Ἀφροδίτη Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Παρθένῳ, κλίμα ζ . τῷ λε´ ἔτει κλιμακτῆρα ἔσχεν· ἐχρημάτισε γὰρ Ἄρεως ἡ περίοδος ἔτη ιε´ καὶ Παρθένου κʼ, γίνεται λε´ ἀλλὰ καὶ Ἀφροδίτης η´ καὶ ἡ ἀναφορὰ τοῦ Αἰγόκερω κζ´ γίνεται λε´ καὶ πάλιν διάμετρον Κρόνου λ´ καὶ Καρκίνου λβ´ λ´ καὶ Ἀχροδίτης η´ γίνονται ο´ μῆνες Ϛ´ ,ὧν ἥμισυ γίνεται λε´ μῆνες γ´ . ἀλλὰ καὶ Ζεὺς Κρόνος τότε συμμετέσχον τοῦ χρόνου, Ζυγοῦ μβ´ μῆνες Ϛ´ Καρκίνου κζ´ μῆνες Ϛ´ γίνονται ο´ ,ὧν ἥμισυ γίνεται λβ´.