Ancient Greek · ~3 min
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 15-4
Not analysed yet
Πρὸς δὲ θαυμάσαι τὴν φύσιν καὶ ὅτι χωρὶς εἱμαρμένης οὐδὲν γίνεται, ἀλλὰ καὶ οἱ πολέμῳ καὶ συμπτώσει καὶ ἐμπρησμῷ καὶ ναυαγίῳ ἢ καὶ κατὰ ἄλλην αἰτίαν τινὰ ἁλισκόμενοι ὁμοθυμαθὸν συνάγονται ὑπὸ τῆς εἱμαρμένης, ἐκ μικροῦ ὑποδείγματος δηλώσομεν. Ἥλιος Ἑρμῆς Λέοντι, Σελήνη Ζυγῷ, Κρόνος Κριῷ, Ζεὺς Ταύρῳ, Ἄρης Ἀφροδίτη Παρθένῳ, ὡροσκόπος Αἰγόκερῳ, κλίμα β´. τῷ μ´ ἔτει κλιμακτῆρα ἔσχε· Σελήνης μὲν κε´, Κριοῦ δὲ ιε´ γίνονται μ´ ἢ καὶ αὐτοῦ τοῦ διαμετροῦντος Κριὸν κ´ Ζυγοῦ μ´ γίνονται ξ´ ὧν δίμοιρον γίνεται μ´ γέγονεν οὖν διπλοῦς ὁ κλιμακτήρ. δὲ τῷ αὐτῷ χρόνῳ εὗρον καὶ Αἰγόκερω τοῦ ὡροσκόπου κη´ καὶ τοῦ κατὰ τρίγωνον Διὸς ιβ´ ,γίνονται μ´ · καὶ πάλιν Αἰγόκερω λ´ καὶ Ταύρου κβ´ καὶ περιόδου η´ ,γίνονται ξ´ ὧν δίμοιρον μ´ .