Ancient Greek · ~5 min
Liber VIII., Ϛ΄ Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων.
Vettius Valens, Anthologiarum libri ix 17-6
Not analysed yet
Ἄλλη. Ἀδριανοῦ ἔτος θ΄ Φαμενὼθ κη΄ εἰς κθ΄ ὥρα νυκτερινὴ γ΄ Ἥλιος Κριῷ ς΄, Σελήνη Κριῷ λ΄, ὡροσκόπος Σκορπίῳ. ταῖς ς΄ τοῦ Κριοῦ παράκειται Τοξότης, ἐν Τοξότῃ ταῖς ς΄ Καρκίνος· τοῦτον ἐν Σκορπίῳ εὗρον περὶ μοίρας κβ΄· οὗτος ἔσται ἡλιακὸς ὡροσκοπικὸς γνώμων. εἰσελθὼν καὶ κατὰ τὰς λ΄ τῆς Σελήνης μοίρας εὗρον Σκορπίον· Σκορπίῳ τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας κβ΄ εὗρον περὶ τὸν αὐτόν. συνεφώνησεν οὖν ὁ ἡλιακὸς γνώμων τῷ σεληνιακῷ γνώμονι· τὴν οὖν διάκρισιν οὕτως ἐποιησάμην. ἔλαβον τὰς λοιπὰς ὡροσκόπου μοίρας η΄ καὶ ἅς ἐπέχει ὁ Ἥλιος μοίρας ς΄ καὶ ἅς ἐπέχει ἡ Σελήνη μοίρας λ΄ καὶ γίνονται μοῖραι μδ΄ ταύτας ἀπέλυσα ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου Κριοῦ καὶ κατέληξεν περὶ τὴν δ΄ καὶ ι΄ μοῖραν τοῦ Ταύρου ἐν τόπῳ Διδύμων. τούτους ζητῶ Σκορπίῳ τῷ ὡροσκόπῳ καὶ εὗρον περὶ μοίρας ιβ΄. τὰς οὖν μεταξὺ τῆς κβ΄ μοίρας σελίδιά ἐστι γ΄ ταύτας προστίθημι ταῖς κβ΄ μοίραις καὶ γίνονται ὡροσκοποῦσαι διευκρινημένως ἐν Σκορπίῳ μοῖραι κε΄ ,αἷς παράκεινται κατὰ τὸ ς΄ κλίμα ἐν τῷ α΄ ὅρῳ λα΄ κη΄ ἐτελεύτα τῷ λα΄ ἔτει. οἱ μέντοι πλεῖστοι περιφεύγοντες τὴν τοῦ Ἄρεως ἀντίζυγον στάσιν ἔφερον Ζυγῷ τὸν ὡροσκόπον.