Ancient Greek · ~4 min
Liber VIII., Ϛ΄ Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων.
Vettius Valens, Anthologiarum libri ix 18-6
Not analysed yet
Ἄλλη. Ἀδριανοῦ ἔτος ιε΄ Ἐπιφὶ ις΄ ὥρα ἡμερινὴ γ΄ . Ἥλιος Καρκίνῳ κ΄ ,Σελήνη Διδύμοις κε΄, ὡροσκόπος Παρθένῳ. ταῖς κ΄ τοῦ Καρκίνου παράκειται Παρθένος, ἐν Παρθένῳ Καρκίνος· τοῦτον ἐν τῷ ὡροσκοποῦντι εὗρον ἐν τῇ κ΄ μοίρᾳ. ὁμοίως ταῖς τῆς Σελήνης μοίραις κέ παράκειται Ὑδροχόος· Ὑδροχόῳ ἐν ταῖς κ΄ τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη Κριός· τοῦτον ἐν Παρθένῳ εὗρον περὶ μοίρας κθ΄ ἐπεὶ οὖν ὁ σεληνιακὸς γνώμων προάγει τὸν ἡλιακὸν γνώμονα, τὰ μεταξὺ σελίδιά ἐστι β΄ . ταύτας ἀφαιρῶ ἐκ τῶν κ΄ καὶ λοιπαὶ γίγνονται ἐν Παρθένῳ μοῖραι ιη΄ . τὴν δὲ διευκρίνησιν οὕτως ἐποιησάμην ἔλαβον τὰς λοιπὰς τῆς Παρθένου μοίρας ιβ΄ καὶ ἅπερ εἶχεν ὁ Ἥλιος κ΄ καὶ ἃς ἐπέχει ἡ Σελήνη κε΄ καὶ γίγνονται νζ΄ . ταῦτα ἀπέλυσα ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ κατέληξεν Καρκίνῳ μοίραις κζ΄ ,αἵτινες σημαίνουσι τόπον Ὑδροχόου. Ὑδροχόον ζητῶν ἐν Παρθένῳ εὗρον περὶ μοίρας κς΄ τὰ δὲ μεταξὺ τῆς ιη΄ μοίρας σελίδια η΄ ἀφαιρῶ ἐκ τῶν η΄· λοιπαὶ γίγνονται ις΄ Παρθένου, αἷς παράκειται κατὰ τὸ β΄ κλίμα κα΄ κ΄. ἐτελεύτα τῷ κα΄ ἔτει.