Ancient Greek · ~2 min
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 18-5
Not analysed yet
Ἄλλη. Ἥλιος Ἑρμῆς Ἀφροδίτη Καρκίνῳ. Σελήνη Κριῷ. Ζεὺς ὡροσκόπος Διδύμοις, Κρόνος Ζυγῷ, Ἄρης Λἑοντι, κλίμα α´. τῷ κζ κλιμακτῆρα ἔσχε. ἁλίου μὲν ιθ´ Ζυγοῦ δὲ η´ γίνονται κζ´ ἀλλὰ καὶ Διδύμων κη μῆνες δ´ καὶ Διὸς ιβ´ γίνονται μ´ μῆνες δʼ, ὧν δίμοιρον μζ´ ἔγγιστα· καὶ πάλιν Λέοντος ιθ’ καὶ Καρκίνου λα´ μῆνες η´ ,Κρόνου λ´ γίνονται π´ μῆνες η´ ,ὧν τρίτον γίνεται κζ´ ἔγγιστα.