Ancient Greek · ~4 min
19 to 21
Vettius Valens, Anthologiarum libri ix 19-4-21
Not analysed yet
Ἄλλη. Ἥλιος Ὑδροχόῳ, Σελήνη Κριῷ. Κρόνος Λέοντι. Ζεὺς Τοξότῃ, Ἄρης Ζυγῷ. Ἀφροδίτη Ἑρμῆς Αίγόκερῳ. ὡροσκόπος Ἰχθύσι, κλίμα Ϛ´ . τῷ λγ´ ἔτει κλιμακτῆρα ἔσχε. Σελήνης κε´ καὶ Ζυγοῦ η´ γίνονται λγ´ καὶ Κρόνου λ´ καὶ Ἡλίου ιθ´ γίνονται μθ´, ὧν δίμοιρον λβ´ μῆνες η´ ἀλλὰ καὶ Τοξότου ἀναφ ορὰ ἐχρημάτισε Διὸς ἐπικειμένου, τουτέστι τὰ λγ´ . Ἄλλη. Ἥλιος Ἑρμῆς Ἀχροδίτη Σελήνη Ταύρῳ. Κρόνος Τοξότῃ, Ζεὺς Σκορπίῳ, Ἄρης Λέοντι, ὡροσκόπος Ἰχθύσι, κλίμα β´ . τῷ κβ´ ἔτει κλιμακτῆρα ἔσχε. Λέοντος ιθ’ καὶ Σελήνης κε´ γίνονται μδ´ ,ὧν ῆμισυ γίνεται κβ´ ἀλλὰ καὶ Σκορπίου λϚ´ καὶ Ταύρου η´ γίνονται μδ´ ὧν ἥμισυ γίνεται κβ. Οὗιοι οἱ Ϛ´ ἄνθρωποι πλέοντες, ἔτεροι δὲ πολλοὶ καὶ βίᾳ ἀνέμου περιπεσόντες ἀποπτερυγωθέντος τοῦ πηδαλίου ἐκινδύνευσαν ὑποβρύχιοι ἀπελθεῖν τοῦ σκάφους κῦμα ἐκδεξαμένου. ἀλλὰ τῇ φορᾷ τοῦ πνέοντος ἀνέμου καὶ τῳ ἀρμένῳ χρησαμένου τοῦ κυβερνήτου διέφυγον καὶ ἑτέροις δὲ κινδύνοις περιέπεσον κατὰ τὸν αὐτὸν χρόνον κατὰ θάλασσαν καὶ διὰ πλάνην πειρατικήν.