Ancient Greek · ~6 min
Liber II., λϚ΄. Περὶ σίνους καὶ πάθουσ μεθ᾿ ὑποδειγμάτων καθ᾿ ἔκαστον ζῴδιον, οἷον ὁ Κριὸς τί ποιεῖ σίνος ἢ πάθος καὶ τὰ ἑξῆς αὐτοῦ.
Vettius Valens, Anthologiarum libri ix 2-31
Not analysed yet
Τούτων οὕτως ἐχόντων σκοπεῖν δεήσει ἀκριβῶς ἐπὶ πάσης γενέσεως τὸν κλῆρον τῆς τύχης, εἰς ποῖον ζῴδιον ἐξέπεσε, καὶ ἡ τοῦ ζῳδίου φύσις σημαίνει σίνος· μάλιστα δὲ ὁ τοῦ κλήρου τῆς τύχης κύριος ὁποίῳ ἄν ᾖ ζῳδίῳ. ὁμοίως δὲ καὶ τὸν δαίμονα καὶ τὸν τούτου κύριον σκοπεῖν, εἰς ποῖα ζῴδια ἐξέπεσε, καὶ οὗτοι τὰ πάθη δηλώσουσι· καὶ οἱ εἰς τὸν περὶ πράξεως τόπον ὡσαύτως σοι νοηθήσονται. ἐνεργέστερα μὲν οὖν τὰ σίνη καὶ τὰ πάθη γενήσεται, ἐπὰν κακοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσι τοῖς τόποις ἢ τοῖς οἰκοδεσπόταις· γίνονται δὲ ἀσινεῖς ἢ ἀπαθεῖς, ὅταν καλῶς οἱ τόποι καὶ οἱ κύριοι ἀκάκωτοι τύχωσιν. ἕκαστος μὲν οὖν ἀστὴρ ἴδιον ἀποτέλεσμα ποιεῖ ἧς ἔλαχε φύσεως. ἐὰν γὰρ ὑποθέσεως χάριν ὁ κλῆρος εἰς Κριὸν ἐμπέσῃ ἢ ὁ τούτου κύριος Ἄρης ἐπῇ τοῦ Κριοῦ καὶ τοῦ Σκορπίου ἐκυρίευσε], προλέγειν σίνος περὶ κεφαλὴν καὶ μόριον ἢ ἕδραν· οἷον ⟨γὰρ⟩ εἴωθε κατὰ τὴν ἰδίαν φύσιν ὁ ἀστὴρ ἀποτελεῖν, ἀποτελέσει. ἔσθʼ ὅτε ἢ γὰρ ἀμφοτέρων τῶν τόπων κακωθέντων τὰ σίνη καὶ τὰ πάθη γίνονται, καὶ μάλιστα ὅταν κακοποιοὶ κυριεύσωσιν ἢ ἐπιμαρτυρήσωσιν. Ἔστω δὲ ἐπὶ ὑποδείγματι, ἵνα μὴ δόξωμεν ἀποκρύφως εἰρηκέναι, Ἥλιος Ζεὺς Ἄρης Αἰγόκερῳ, Σελήνη ὡροσκόπος Λέοντι, Κρόνος Ταύρῳ, Ἀφροδίτη Ἑρμῆς Ὑδροχόῳ, ὁ κλῆρος τῆς τύχης Αἰγόκερῳ. ὁ κύριος τῆς τύχης Κρόνος Ταύρῳ· γέγονε πηρὸς διὰ τὴν Πληιάδα καὶ διὰ τὸν κακοποιὸν Κρόνον καὶ ἀρρητοποιὸς διʼ ἀμφότερα τὰ ζῴδια· καὶ γὰρ Ζεὺς ὁ κύριος τοῦ δαίμονος τοῦ ἐν Ἰχθύσιν Αἰγόκερῳ εὑρέθη. καὶ ἐκ τούτων δὲ ἐδηλώθη ὅτι ποδαγρός· ἀρκετὸν μὲν ἦν ἀπὸ τοῦ κλήρου καὶ τοῦ κυρίου πάθος καὶ σίνος εὑρηκέναι.