Ancient Greek · ~1 min
Liber II., λϚ΄. Περὶ σίνους καὶ πάθουσ μεθ᾿ ὑποδειγμάτων καθ᾿ ἔκαστον ζῴδιον, οἷον ὁ Κριὸς τί ποιεῖ σίνος ἢ πάθος καὶ τὰ ἑξῆς αὐτοῦ.
Vettius Valens, Anthologiarum libri ix 3-23
Not analysed yet
Ἄλλη. Ἥλιος Ἀχροδίτη Ἄρης Τοξότῃ, Σελήνη Ζυγῷ. Κρόνος Καρκίνῳ, Ζεὺς Παρθένῳ, Ἑρμῆς Σκορπίῳ, ὡροσκόπος Αἰγόκερῳ. κλῆρος Σκορπίῳ· ἐσινώθη μόριον. ὁ κύριος τοῦ Σκορπίου Τοξότῃ γέγονε φαλακρὸς καὶ πηρὸς διὰ τὴν ἀκίδα. Ζεὺς δὲ ὁ κύριος τοῦ δαίμονος τῷ περὶ θεοῦ τόπῳ εὑρεθεὶς ἐποίησεν ἀναβλέψαι διὰ θεοῦ· γέγονε δὲ καὶ χρησμοδότης.