Ancient Greek · ~9 min
Liber III., ιβ΄. Συνοδικὴ καὶ πανσεληνιακὴ ἀγωγὴ καὶ σπορίμη πρὸς τὸν ἀναβιβάζοντα περὶ χρόνων ζωῆς μεθʼ ὑποδειγμάτων.
Vettius Valens, Anthologiarum libri ix 2-43
Not analysed yet
Τῆς οὖν οἰκοδεσποτικῆς καὶ ἀναιρετικῆς ἀκτινοβολίας οὕτως καθὼς πρόκειται διατεταγμένης τοῦ τε ἀριθμίου κλήρου καὶ τῶν ἀναιρετικῶν καὶ δυναστικῶν τόπων δοκιμάσας οὐκ ἐβουλήθην ἀποκρύψαι ἀλλὰ μεταδοῦναι. πρὸ πάντων οὖν σκοπεῖν δεήσει ἐπὶ πάθης γενέσεως, πότερον ἐπικράτησιν ἢ καὶ οἰκοδεσποτείαν ἔχει. ἐὰν μὲν οὕτως εὑρεθῇ, χρὴ τοῖς προκειμένοις ὁρίοις χρῆσθαι· ἐὰν δὲ ἀνοικοδεσπότητος ἢ ἀνεπικράτητος ἡ γένεσις εὑρεθῇ ὑπὸ μηδεμιᾶς κακωτικῆς ἀκτῖνος ἀναιρουμένη, τὴν προγεγονυῖαν σύνοδον ἢ πανσέληνον μοιρικῶς ἐπιγνόντας ἐπί τε τῶν νυκτὸς καὶ ἡμέρας γεννωμένων λαμβάνειν ἀπὸ τῆς συνοδικῆς ἢ πανσεληνιακῆς μοίρας ἕως ὡροσκόπου ἢ ἑτέρου κέντρου, δυναστικώτερον δὲ ἀναβιβάζοντος ἢ καταβιβάζοντος ἀνωφερῶς, καθὼς καὶ αὐτὸς κοσμικῶς κινεῖται. εἶτα ἐπιγνόντας πλῆθος τοῦ ἀριθμοῦ τὰς αὐτὰς μοίρας ἀπὸ τῆς τοῦ ὡροσκόπου μοίρας ἀπολύειν ἀνωφερῶς ὡς ἐπὶ μεσουράνημα, καὶ ὅπου δἂν ἡ κατάληξις γένηται, λογίζεσθαι πόσα ἔτη συνάγεται ἀπὸ τῆς ἀφέσεως πρὸς ἀναφοράν, καθʼ ὃ κλίμα τις γεγένηται, καὶ ταῦτα ἀποφαίνεσθαι. ἐὰν δὲ ἡμερινῆς τῆς γενέσεμως οὔσης ὑπερπλεονάσῃ ὁ ἀριθμός, ἀπὸ συνόδου ἢ πανσελήνου ἕως ἀναβιβάζοντος ἢ καταβιβάζοντος ἀφελόντας κεντρικὸν διάστημα, τουτέστι ἀπὸ ὡροσκόπου ἕως τοῦ μεσουρανήματος, τὰς λοιπὰς πάλιν ἀπὸ τοῦ ὡροσκόπου ὡς ἐπὶ μεσουράνημα ἀνωφερῶς πραγματεύεσθαι τῷ αὐτῷ τρόπῳ. ἐπὶ δὲ νυκτερινῆς γενέσεως μὲν ἀπὸ συνόδου καὶ πανσελήνου διάστημα ἕως ἀναβιβάζοντος ἢ καταβιβάζοντος ἢ καὶ κέντρου ἀνωφερῶς χρὴ λαβόντας τὰς αὐτὰς ἀπὸ τοῦ ὡροσκόπου μοίρας ἀπολύειν κατὰ ἐξῆς, καὶ οὗ ἂν καταλήξῃ ὁ ἀριθμός, κατὰ τὰς ἀναφορὰς τὰ ἔτη λογισαμένους ἀποφαίνεσθαι. ἐὰν δὲ ὑπερπλεονάσῃ ὁ ἀριθμός, ἀφελόντας κέντρου διάστασιν τὴν ἀπὸ ὡροσκόπου ἕως ὑπογείου τὰς λοιπὰς ἀπὸ τῆς δυτικῆς μοίρας ἀπολύειν κατὰ ἐξῆς ὡς ἐπὶ μεσουράνημα· καὶ ὁ συναχθεὶς πρὸς ἀναφορὰν χρόνος ἔσται βιώσιμος. κατὰ πλεῖστον δὲ οὗ ἂν προσνεύσῃ ὁ ἀναβιβάζων ἢ ὁ καταβιβάζων ἢ ἡ σύνοδος ἢ ἡ πανσέληνος, τουτέστι πότερον τῷ ὐπὲρ γῆν ἢ τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ, ἐκείνῳ καὶ τὴν ἄφεσιν δεῖ ποιεῖσθαι ἀπὸ ὡροσκόπου καὶ δύνοντος· ἐὰν μὲν συνοδική, ἀπὸ ὡροσκόπου· ἐὰν δὲ πανσεληνιακή, ἀπὸ τῆς δύσεως. ἐὰν δὲ ἐπὶ τῶν συνοδικῶν ἢ πανσεληνιακῶν ζῳδίων ἢ εἰς τὰ τούτων διάμετρα ἢ τετράγωνα ὁ ὡροσκόπος ἢ ἀναβιβάζων ἢ καταβιβάζων εὑρεθῇ, τὸν συναγόμενον τοῦ διαστήματος ἀριθμὸν ἡμέρας μὲν ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἀπὸ τοῦ δύνοντος κατὰ ἑξῆς ἀπολύειν. ἔχει δὲ καὶ τὰ τετράγωνα τοῦ ἀναβιβάζοντος δύναμιν ἀναιρετικήν, ἀλλὰ δὴ καὶ ἀπὸ Ἡλίου καὶ Σελήνης ἄφεσις ἡ μοιρικὴ πρὸς τὸν ἀναβιβάζοντα καὶ τὰ τούτου διάμετρα ἢ καὶ τὰ τούτου τετράγωνα.