Ancient Greek · ~6 min
Liber III., ιβ΄. Συνοδικὴ καὶ πανσεληνιακὴ ἀγωγὴ καὶ σπορίμη πρὸς τὸν ἀναβιβάζοντα περὶ χρόνων ζωῆς μεθʼ ὑποδειγμάτων.
Vettius Valens, Anthologiarum libri ix 1-77
Not analysed yet
Ἐπεὶ δὲ καθʼ ἕκαστον κεφάλαιον τὴν ἐμὴν ἀφθονίαν ἐλέγχων ὑπομιμνήσκω, ἵνα μὴ δόξω διὰ τῦφον ταῦτα ποιεῖν, ἀναδραμών εἰς τὰς τῶν παλαιῶν συνταγματογράφων βίβλους κατάμαθε τὸν λόγον μὲν εἶναι κεκαλλωπισμένον καὶ κακόζηλον, ἐκπλῆξαι δυνάμενον τὰς τῶν ἐντυγχανόντων καὶ ἀμαθῶν ψυχάς, ἀληθείας δʼ ἀνέφικτον καὶ τοῖς σωφρονοῦσι πολέμιον. πολλοὺς γὰρ τῶν ἀνθρώπων ἐγχρονίσας καὶ βουκολήσας οὕς μὲν τοῦ ζῆν περιέγραψε, οὓς δὲ τελέως ἐκόλασεν. ἐντυχέτω δέ τις τῇ λεγομένῃ ὁράσει Κριτοδήμου, πῶς μὲν τὴν ἀρχὴν εὐφαντασίωτον ἔχει καὶ τὰ λοιπὰ τετερατολογημένα πρὸς τοὺς ἀμαθεῖς· πελαγοδρομήσας, φησί, καὶ πολλὴν ἐρημον ὁδεύσας ἠξιώθην ὑπὸ θεῶν λιμένος ἀκινδύνου τυχεῖν καὶ μονῆς ἀσφαλεστάτης. εἶτα αἱρέσεις ἐκτίθεται καὶ παραδόσεις διὰ φρικωδεστάτων ὅρκων καὶ κατ᾿ ἄλλους τινὰς τρόπους ἀπαθανατίζων τοὺς ἐντυγχάνοντας καὶ ὄνησίν τινα ἐνδειξάμενος διὰ τῆςδε τῆς βίβλου τὰ ὅλα συνέχεσθαι διʼ ἑτέρων τὰς δυνάμεις ἐσήμαινεν, περικλείσας εἰς ἄπειρον ὕλην τὴν τῶν μαθημάτων ἀλήθειαν. ἄξιον μὲν οὖν ἐπαινεῖν καὶ θαυμάζειν τὸν ἄνδρα, διὰ πάσης ἐμπειρίας διεληλυθότα καθηγεμόνα τε τῶν ἐπιζητουμένων γενόμενον. μυστικῶς γὰρ καὶ ποικίλως μερίσας αὐτὰ εἰς κανονικὰς ὀργανοθεσίας καὶ πεζικάς λόγων συντάξεις πολλοὺς ἐραστὰς ἐπηγάγετο, ὧν οἱ μὲν τὰς ματαιολογίας παραπεμψάμενοι καὶ διεξιχνεύσαντες τὰ δοκοῦντα κεφάλαια μετὰ παντὸς πόνου καὶ ἔπαινον καὶ ἀρετὴν κατὰ τοῦ ἀνδρὸς ἐπεισηνέγκαντο, οἱ δὲ ἀφερέπονον ἦθος ἀναλαβόντες ψόγον τῇ θεωρίᾳ περιεποιήσαντο. ὁ δὲ ἐμὸς λόγος πειθήνιος μὲν καὶ διδασκαλικὸς καθὼς οἶμαι τοῖς ἐντυγχάνουσιν ἔσται καὶ ἀμετανόητος, ὡς καὶ τοὺς ἤδη ἀπεχθήραντας πάλιν ἀγκαλίσασθαι διὰ τὴν τῶν λεχθέντων καὶ ῥηθησομένων ἐνέργειαν.